Ancient Greek
161.1
Geoponica, Geoponica 161.1
Unproofread scanNot analysed yet
φυτείαν οὐ τὴν αὐτὴν ἔχει δύναμιν. ἐξυδαροῦται γὰρ μεταφυτευόμενον ἢ μετεργεντριζόμενον, τῆς ἀντιδότου διαπνεομένης τῷ χρόνῳ· διὸ προσήκει κατὰ καιρὸν τῆς ἀντιδότου ἐπιχρίειν ταῖς ῥίζαις. 6 Πρὸς δὲ τὰς πληγὰς τῶν ἐρπετῶν ὠφελεῖ πινόμενος ὁ οἶνος, καὶ τὸ ἐξ αὐτοῦ ὄξος, καὶ αὐτὴ ἡ σταφυλή, καὶ αἱ σταφίδες ἐσθιόμεναι. τούτων δὲ μὴ ὄντων, τὰ φύλλα τῆς ἀμπέλου λειοῦμενα καὶ ἐπιτιθέμενα. 7 Ἐν ἀπορίᾳ δὲ πάντων, κλημάτων καυθέντων ἐκ τῆς θηριακῆς ἢ σποδιᾶ ἐπιτιθεμένη σώσει τὸν ἄνθρωπον. 8 Καὶ γὰρ δίχα τῆς θηριακῆς κλῆμα οἱασδήποτε ἀμπέλου κυνὸς δῆγμα ὠφελεῖ, μήτι γε καὶ τοῦ λυτῶντος. ταῦτα δὲ Φλωρεντῖνός φησιν ἐν τῷ αʹ καὶ βʹ τῶν γεωργικῶν αὐτοῦ.