Ancient Greek
183.2
Geoponica, Geoponica 183.2
Unproofread scanNot analysed yet
1 Ἡνίκα αἱ ἀμπελοι εἰς τέλειον ἀποδώσουσι τὸν καρπόν, ἐπιδεωρεῖν δεῖ τὰς εὐκάρπους, καὶ πολυφό-ρους καὶ πολυοφθάλμους, καὶ μηδὲν σίνος ἔχουσας, καὶ ταύτας σημειοῦσθαι, καὶ ἐκ τούτων τῷ καιρῷ τῆς φυτείας λαμβάνειν τὰ φυτά, μήτε ἐκ νεοφύτων ἀμπέ-λων, ἀσθενῆ γάρ, μήτε ἐκ γεγηρακυῖων, ἄκαρπα γάρ, ἀλλ’ ἐκ τῶν ἀκμαιοτάτων, ἢ μικρὸν τι προεχουσῶν. 2 τὰ δὲ κλήματα ληπτέον μήτε ἐκ τῶν ἄκρων, μήτε ἐκ τῶν κάτω μερῶν, ἀλλ’ ἐκ τοῦ μέσου τῆς ἀμπέλου. καὶ τὸ μὲν τραχὺ κλῆμα καὶ πλατύτερον καὶ ναρθη-κῶδες καὶ ἀραιόφθαλμον καὶ μνουορίζον ἀποφείπτεον· ληπτέον δὲ τὰ κλήματα τὰ στρογγύλα καὶ λεῖα καὶ στιβαρὰ καὶ πυκνόφθαλμα καὶ τοὺς νεόποδας πλεί-στους ἔχοντα. 3 Τὰ δὲ λαμβανόμενα κλήματα ἔχετω καὶ τοῦ περυσινοῦ κλήματος μέρος, καὶ παραχρῆμα ἀφαιρεθέντα φυτευέσθω, προσφύεται γὰρ τῇ γῇ τά-χιον τὸ πρασφάτως τμηθέν, ὡς ἀδιάπνευστον τυγχά-νον. 4 εἰ δὲ μικρᾶς ὑπερθέσεως τὰ τῆς φυτείας χρήζει, ἅμα τῷ ἀφαιρεθῆναι τὰ κλήματα, χρή ταῦτα κατορύττειν εἰς γῆν, ἢ λελυμένα ἢ χαλαρῶς δεδε-