Ancient Greek
202.9
Geoponica, Geoponica 202.9
Unproofread scanNot analysed yet
2 βλαστολογεῖν δὲ χρῆ διὰ βλάστην ἀφαιρεῖν δεῖ ἀτρέμα καὶ χωρὶς βίας. 2 Τὰς δὲ σηποῦσας τὸν καρπὸν ἀμπέλους, καὶ μόλις ποτὲ πεπαινούσας, διὰ τὴν τῆς γῆς ὑγρότητα καὶ τὴν τῶν φύλλων πυκνότητα, προκαθαίρειν δεῖ ἐκ πλαγίου τὰ φύλλα πρὸ λ' ἡμερῶν τοῦ τρυγητοῦ, ἵνα εἰσπνέοντες οἱ ἄνεμοι ἀναψύχωσι τὴν σταφυλήν. 3 τὰ δὲ κατὰ τὴν κορυφὴν φύλλα ἑατέον, ἵνα τὴν ὑπερβάλλουσαν τοῦ καύματος ἀκμὴν σκεπόμεναι, ἐπισκιάζωνται τὸν κατὰ κορυφῆς ἥλιον. 4 Εἰ μέντοι πολὺς ὕμβρος ἐν τῷ μετοπώρῳ γένηται, ὡς αὐξῆσαι λίαν διοιδούσας τὰς ἁγας, ἵνα μὴ ὀξίσῃ ὁ οἶνος, περιαιρετέον καὶ τὰ κατὰ κορυφῆς φύλλα. 5 τινὲς δὲ ἐν τοῖς θερμοτέροις καὶ ξηροτέροις τόποις καὶ σκέπουνσι τὸν καρπὸν φρυγάνοις καὶ ἀκάνθαις, οὐκ ἀρχόντων τῶν φύλλων. 6 Ὁ δὲ ἀμπελουργὸς περιερχέσθω συνεχῶς τὸν ἀμπελῶνα, τὰς χάρακας ὀρθῶν, καὶ τὸν ζυγὸν ἰσάζων (ζυγὸς δὲ καλεῖται ἡ τῆς ἀμπέλου πρὸς τὴν χάρακα σύζυγία), εἰδὼς ὅτι ὥσπερ ἡμεῖς ἐφ' ἓν μέρος ἐπικλιθέντες τοῦ σώματος κάμνομεν, οὕτω καὶ ἀμπελοὶ ἐπικλιθεῖσαι καὶ μὴ ὀρθαὶ ἑστηκυῖαι βλάπτονται.