Ancient Greek
224.2
Geoponica, Geoponica 224.2
Unproofread scanNot analysed yet
Cap. 3. Περὶ κατασκευῆς πίθων. Ἀνατολίου. 1 Γῆ οὐ πᾶσα ἐπιτήδειος πρὸς κεραμείαν, ἀλλὰ τῆς κεραμίτιδος γῆς οἱ μὲν προορίνουσι τὴν πυρρὰν τὸ χρώμα, οἱ δὲ τὴν λευκήν, οἱ δὲ ἀμφοτέρας συμμιγνύουσι. 2 τινὲς μὲν οὖν ἀρχοῦνται τῇ δοκιμασίᾳ τοῦ καλῶς κεκεραμευμένου πίθου, τῷ χρόνῳ σθέντα αὐτὸν ἀποδοῦναι ἥκον τινα ὀδὺν καὶ τορόν. 3 οὐκ ἔστι δὲ τοῦτο αὐτάρκες, ἀλλὰ χρὴ τὸν κατασκευάζοντα παρεῖναι τῇ κεραμείᾳ, καὶ ὅπως ὁ πηλὸς καλῶς εἰργασμένος εἴη προνοῆσαι, καὶ μὴ πρὶν ἕξαι ἐπὶ τὸν τροχὸν ἀναβῖβασαι, πρὶν τὸν πηλὸν διαδεῖξαι ὁποῖος ἔσται ὁ πίθος ὀπτηθείς. 4 Οὐ πάντας δὲ τοὺς πίθους ἐπὶ τὸν τροχὸν ἀναβιβάζουσιν οἱ κεραμεῖς, ἀλλὰ τοὺς μικρούς· τοὺς μέντοι μείζους χαμαὶ κειμένους ὀσήμεραι ἐν θερμῷ οἴκηματι ἐποιχοδομοῦσι, καὶ μεγάλους ποιοῦσιν. 5 Οὐ μικρὸν δὲ τῆς κεραμείας ἐστὶ μέρος ἡ ὀπτησις. δεῖ δὲ μήτε ἐλάττον, μήτε πλέον, ἀλλὰ μεμετρημένως τὸ πῦρ ὑποβάλλειν.