Ancient Greek
289.1 to 289.4
Geoponica, Geoponica 289.1-4
Unproofread scanNot analysed yet
Cap. 42. Ὄξος σκιλλιτικὸν ποιῆσαι. Πυθαγόρου. Βάλε εἰς κεράμιον ὄξους καλλίστου καὶ δριμυτάτου ξέστας λβ' καὶ σκίλλης λευκῆς τῶν ἐντὸς πλακῶν κεκομμένων εἰς λεπτά, καὶ ἐψυγμένων ἐν ἡλίῳ ἐπὶ ἡμέρας λ' ἐμβρέξον τῷ ὄξει ἐπὶ ἡμέρας ιβ'. εἶτα ἀφελὼν τὸ ὄξος καὶ ἀποθέμενος, ὅταν θέλῃς, χρῶ. οὐκ ἐλάττον γὰρ τοῦ σκιλλιτικοῦ οἴνου τὸ σκιλλιτικὸν ὄξος ὠφελήσει. 10 Τάδε ἐνεστὶν ἐν τῇδε τῇ βίβλῳ, φίλτατε παῖ Βάσσε, ἐννάτῃ μὲν οὖσῃ τῶν περὶ γεωργίας ἐκλογῶν, περιεχούσῃ δὲ πᾶσαν σύνταξιν περὶ φυτείας καὶ ἐπιμελείας ἐλαιῶν, καὶ ἐργασίας ἐλαίου ὀμφακίνου, καὶ πάσης ἑτέρας περὶ τὸ ἔλαιον σπουδῆς καὶ θεραπείας, 15 καὶ διαφόρου συνθέσεως ἐλαιῶν. α'. Ἱστορία περὶ ἐλαιῶν. β'. περὶ φυτείας καὶ ἐπιμελείας ἐλαιῶν, καὶ ὅτι μεγίστον ἐστὶν ἀγαθὸν ἡ περὶ ταῦτα σπουδή. γ'. περὶ ἀέρος ἐπιτηδείου ἐλαίαις καὶ γῆς σχημάτων. δ'. περὶ καιροῦ φυτείας ἐλαιῶν καὶ 20 εἰς ποίαν γῆν φυτευτέον. ε'. περὶ φυτωρίων. στ'. περὶ