Ancient Greek
356.5
Geoponica, Geoponica 356.5
Unproofread scanNot analysed yet
1 Λαβὼν διάφορα κλήματα, καὶ πρότερον συνδήσας τοὺς κλάδους τοῦ αὐτοῦ χρόνου ὄντας, καταθον ἐν βόθρῳ, καὶ κόπρωσον καὶ πότισον. 2 ὅταν δὲ βλαστήσῃ, πάλιν ἀμφοτέρους τοὺς ὀφθαλμοὺς σύνδησον ἐπὶ τὸ αὐτό, ἵνα ἐν στέλεχος γένωνται, καὶ μετὰ δύο ἔτη, εἰ βούλει, μεταφύτευσον, καὶ ἔξεις σύκα δίχρωμα. 3 ἀσφαλέστερον δὲ τινες τοῦτο ποιοῦσιν οὕτως· δύο συκῶν διαφόρων κεχριμίδας ἐνδήσαντες ἐν ὀδονίῳ φυτεύουσι, καὶ μεταφυτεύουσι.