Ancient Greek
364.1
Geoponica, Geoponica 364.1
Unproofread scanNot analysed yet
65 Περί ἐγκεντρισμοῦ καρύας. Τοῦ Αὐτοῦ. 1 Τινὲς τῶν γεωργικῶ γραφάντων φασίν, ὡς ἡ καρύα ἐπικεντρίζεσθαι οὐκ εἴωθεν, οὔτε δὲ τὰ λοιπὰ δένδρα τὰ ῥητίνην ἔχοντα οὔτε αὐτὰ ὑποδέχεσθαι ἕτερον φυτόν, οὔτε εἰς ἕτερα μετατίθεσθαι δύναται. 2 οὐκ ἔστι δὲ τοῦτο ἀληθές, ὡς ἡ πειρὰ παρέστησε πολλάκις. ἐγὼ γὰρ εἰς τέρμινδον, ἣν οἱ ἐπιχώριοι τερέβινδον καλοῦσι, μάλιστα ῥητίνην ἔχουσαν, πιστάκια πολλάκις ἐγκεντρίσας καὶ ἐμφυλλίσας, ἔσχον μεγάλα δένδρα· καὶ ἐστὶν εἰπεῖν, πλεῖον τοῦ ἰδίου φυτοῦ ἐπιδέχεται ἡ τέρμινδος τὸν κατάπηγν τοῦ πιστακίου· καὶ κάρυα δὲ πολλάκις ἐμφυλλίσας καὶ ἐγκεντρίσας, ἐπέτυχον. 3 εἰ γὰρ καὶ μὴ εὐκόλως προσφύεται, ἀλλ’ οὐν οὐ χρη ὀλιγωρεῖν πρὸς τὴν πρώτην ἀποτυχίαν. 4 Τινὲς δὲ τὴν καρύαν οὕτως ἐγκεντρίζουσι. μετὰ τὸ σπείραι ταύτην, ἐκφῦναι τε καὶ γενέσθαι διετὴ καὶ τριετή, ἀνελόμενοι ἐνρίζον, τὴν ῥίζαν αὐτὴν τῷ κατὰ σάρκα τρόπῳ ἐγκεντρίζουσι, καὶ οὕτω πάλιν φυτεύουσι. 5 ἕτεροι δὲ πρὸ ἐνιατοῦ ἐπιλεξάμενοι κλάδον ἀπὸ καρύας, ὅθεν βούλονται ἐγκεντρίσαι, στρέφουσι τοῦτον καὶ λυγίζουσι. 6 τοῦτο γὰρ παιδοῦσα ἡ κορύνη πληρεστέραν τὴν ἐντερίωσιν ἔχει, καὶ τὸ ξεσθῆναι ῥῶον ὑπομένει, καὶ ἐντιθεμένη κρατεῖ.