Ancient Greek
400.2
Geoponica, Geoponica 400.2
Unproofread scanNot analysed yet
Cap. 23. Περὶ φυτεύσεως ἰῶν. Ταραντίνων. 1 Ἵνα τὰ πορφύρεα, καὶ τὰ ἄλλα πάντα, τὰ τε χρυσίζοντα καὶ τὰ φουσίζοντα, μετὰ εἴδους Μαρτίας φυτεύεται, καὶ μετὰ καλάνδας Μαΐας. 2 Ἔστι δὲ τοῦ ἰοῦ φύλλον καταψύχον, καὶ ὠφελοῦν ἐν ταῖς φλεγμοναῖς, τὸ δὲ ἔλαιον τὸ ἀπὸ τῶν ἰῶν τοῖς πυρετιώσιν ἐπιχρισμένον καταψύχει. 3 ὡσαύτως καὶ τὸ λευκόδιον σπείρεται ἐν πρασιαῖς, καὶ μεταφυτεύεται Ἰαννουαρίῳ, ἄχρι τῆς πρὸ ἑβδόμης εἴδων Φεβρουαρίων.