Ancient Greek
484.2
Geoponica, Geoponica 484.2
Unproofread scanNot analysed yet
Cap. 3. Περιστερὰς παραμένειν, καὶ ἑτέρας 10 ξένας ἄγειν μεθ’ ἑαυτῶν. Ἀφρικανοῦ. 1 Ἐὰν μύρῳ χρίσῃς τὰς περιστερὰς, καὶ ἐξωθεν ἄλλας ἄξουσιν. εἰ δὲ κύμινον παραβάλῃς ταῖς ἐπὶ νομὴν ἐξιοῦσαις, αὐτάς τε καθέξεις, καὶ ἄλλας πολλὰς 15 σὺν αὐταῖς ἔρχεσθαι ποιήσεις, ἀγόμενας ὑπὸ τῆς ὀσμῆς τοῦ κυμίνου. 2 εἰ δὲ καὶ λαβὼν σπέρμα λύγου, καὶ βρέξας οἴνῳ παλαιῷ ἡμέρας γ’, εἶτα λαβὼν ὀρόβους βρέξεις εἰς τὸν οἶνον, καὶ παραβαλεῖς ταῖς περιστεραῖς, καὶ εὐθέως ταύτας ἐκπετάσεις, αἰσθόμεναι αἱ ξέναι περιστεραὶ τῆς πνοῆς πᾶσαι εἰς τὴν καλῖαν 20 εἰσελεύσονται. 3 τὰς δὲ περιστερὰς εἰσιέναι θάττον