Ancient Greek
526.1
Geoponica, Geoponica 526.1
Unproofread scanNot analysed yet
ποιείσθω μία, καὶ θυρίδες τέσσαρες, ἐν ἑκάστῳ τοίχῳ μία. 23 εἰς τοῦτον ἀγαγὼν βοῦν τριακοντάμηνον, εὐσαρκον, λιπαρὸν μάλιστα, περίστησον αὐτῷ νεανίας πολλούς, καὶ τυπτέτωσαν αὐτὸν ἰσχυρῶς, καὶ τύπτοντες αὐτὸν ῥοπαλοῖς ἀποκτεινάτωσαν, ὁμοῦ ταῖς σαρκὶ τὰ ὀστέα συναλοῦντες· 24 φυλακὴν δὲ ἔχετωσαν, τὸ μὴ αἱμάξει τι τοῦ βοὸς (οὐ γὰρ ἂν ἐξ αἵματος κνηθεῖη ἡ μέλισσα), ταῖς δὲ πρώταις πληγαῖς μὴ βιαίως ἐμπεσόντες. 25 Εὐθὺς δὲ ἀποπεφράχθω πᾶς τοῦ βοὸς πόρος ὀδόναις καθαραῖς καὶ λεπαῖς πίση χειρισμέναις· οἷον ὀμματα, καὶ ῥῖνες, καὶ στόμα, καὶ ὅσα τῇ φύσει πεποιήται εἰς κένωσιν ἀναγκαῖαν. 26 ἔπειτα θύμον ὑποστρώσαντες πολύν, καὶ ὑπίον ἐπ’ αὐτοῦ καταθέντες τὸν βοῦν, ἐξελθόντες τοῦ οἴκου εὐθὺς τὴν θύραν καὶ τὰς θυρίδας ἐπιχρισάτωσαν πηλῷ στεγανῷ, ὡς μήτε ἄερι, μήτε ἀνέμῳ, μηδ’ ἡντιν’ οὖν εἰσδυσιν ἢ διάπνευσιν εἶναι. 27 Τρίτῃ δὲ ἑβδομάδι χρὴ πάντοθεν ἐξανολξαντα εἰσεῖσαι φῶς τε καὶ ἄερα καθαρόν, πλὴν ὁπόθεν ἂν καθίῃ σφοδρὸν πνεῦμα· εἰ γὰρ ἄδε ἔχοι, τὴν κατὰ τοῦτο εἴσοδον κεκλεισμένην χρὴ ἔσσαι. 28 ἐπὰν δὲ δόξωσιν ἐμψυχώσθαι αἱ ὕλαι πνεῦμα αὐτάρκες ἐπισπασάμεναι, αὐθίς χρὴ συγκλεῖσαι τῷ πηλῷ κατὰ τὴν προτέραν χρείαν. 29 ἑνδεκάτῃ δὲ