Ancient Greek
532.2
Geoponica, Geoponica 532.2
Unproofread scanNot analysed yet
Cap. 6. Τρυγῶντα μέλι μὴ τύπτεσθαι. Παξάμον. 1 Τίλεως πεφυργμένης ἀλεύρου, μαλάχης ἄγριας ἀποχύλισμα παραχέας σὺν ἐλαίῳ, μέλιτός τε πάχος ποιήσας, ἐπίχριε τὸ πρόσωπον καὶ τὰ γυμνὰ τοῦ σώματος δαφιλῶς, καὶ ῥοφήσας ἐμφύσησον εἰς τὴν μελισσίαν τρις ἢ τετράκις. 2 Καὶ ἀνάψας πυρὶ βόλιτον εἰς χυτρίδιον, καὶ προσάγαγόν τῷ θυριδίῳ ἄφες εἰσκρίνεσθαι τὸν καπνὸν ἐφ’ ἡμῴριον, ἐπάρας τε κράτει ἔξω τὸ χυτρίδιον, ὅπως ὁ καπνὸς ἔξω περισσυνή, καὶ οὕτως τρύγα. 3 ὁμοίως δὲ καὶ τῶν σφηκῶν τὰς νεοσσὰς ἂν ἐξαιρήης οὕτως σκευάζε, προσμίξας ὅλῳ φακοῦ ἀλεύρῳ.