Ancient Greek
566.2
Geoponica, Geoponica 566.2
Unproofread scanNot analysed yet
Cap. 15. Περὶ κεφαλαλγίας. 1 Χρὴ πρῶτον γινώσκειν τὴν τοῦ βοὸς κεφαλαλγίαν· ἐπειδάν οὖν τὰ ὕπα καθεὶς μὴ ἐσθίη, κεφαλαλγία ἐστί. 2 διαχρίεται οὖν ἡ γλῶσσα θύμῳ μετὰ οἴνου τριφθέντι, καὶ σκόρδοις, καὶ ἄλσι λεπτοῖς. 3 καὶ πτισάνῃ δὲ ἄμῃ μετὰ οἴνου λυθείσῃ ὠφελεῖ. 4 καὶ δάφνης δὲ φύλλα, ὅσον τὴν χεῖρα πληρώσαι, λαβὼν, καὶ ἐμβαλὼν εἰς τὸ στόμα, ἢ καὶ σιδίων φοίας, ὠφελήσει. 5 καὶ σμύρνης δέ, ὡς κυάμου μέγεθος, ὁμοίως μετὰ οἴνου διηθηθέντος ἐν κοτύλαις δυσὶ διὰ τῶν ὄντων ἐγχέας θεραπεύσεις.