Ancient Greek
603.2
Geoponica, Geoponica 603.2
Unproofread scanNot analysed yet
1 Νεαρὰ ἐπὶ πλεῖστον διαμένει κρέα καθαρθέντα καὶ ἀναφυγέντα, ἐν τόποις σκιεροῖς καὶ νωτεροῖς τεθέντα, βορείοις μᾶλλον ἢ νοτίοις. 2 Ἡδίων δὲ αὐτὰ ποιεῖ χιὼν περιτεθεῖσα καὶ ἄχυρα δὲ ἐπιβληθέντα. τοῖς δὲ ζῴοις τοῖς ταριχεύεσθαι μέλλουσι πρὸ μιᾶς ἡμέρας ποτὸν οὐ δοτέον. 3 Δεῖ δὲ ταριχεύοντας τὰ ὀστᾶ ἐξαιρεῖν τῶν κρεῶν. ἄλες δὲ φρυκτοὶ πρὸς ταριχεῖαν μᾶλλον εἰσὶν ἐπιτήδειοι. 4 τῶν δὲ σκευῶν, οἷς ταριχεύεσθαι μέλλει, καλλίω τὰ ἀπὸ ἐλαίου ἢ ὕξους. 5 Τὰ τῶν αἰγῶν καὶ προβάτων καὶ ἐλάφρων κάλλιστα ταριχεύεται, εἰ, μετὰ τὸ πρῶτον ἅλσι πασθῆναι, τῆς ἰκμάδος καὶ τοῦ ἰχώρος ἐξαιρεθέντα καὶ ἐκμαχθέντα πάλιν ἅλσι πασθείη, ἔπειτα εἰς γίγαρτα μὴ διακριθέντα ἀπὸ τοῦ τῶν ἁγῶν δέρματος, τὸ λοιπὸν συντεθεῖη, ὡς μὴ ἀπτεσθαι ἀλλήλων, ἀλλὰ τὸ μέσον διασεσάχθαι τῶν γιγάρτων. 6 ἐὰν δὲ καὶ γλεύκους γλυκεῦς ἐπιχέῃς αὐτοῖς, πολὺ βέλτιον ποιήσεις.