Ancient Greek
628.9
Geoponica, Geoponica 628.9
Unproofread scanNot analysed yet
Μελανύφων. Cap. 46. Γάρων ποίησις. 1 Τὸ καλούμενον λικονάμεν οὕτω γίνεται. τὰ ἔγκατα τῶν ἰχθύων βάλλεται εἰς σκεῦος, καὶ ἁλίζεται· καὶ λεπτὰ ὀψαρίδια, μάλιστα δὲ ἀθερίναι, ἢ λεπτὰ 5 τριγλία, ἢ μαινίδια, ἢ λυκόστομοι, ἢ δ’ ἂν δοκῇ λεπτὸν εἶναι, πάντα ὁμοίως ἁλίζεται, καὶ ἐν ἡλίῳ ταριχεύεται πυκνῶς δονούμενα. 2 ὅταν δὲ ταριχευθῇ τῇ θερέᾳ, ἐξ αὐτῶν γάρος οὕτως αἴρεται. κόφινος μακρὸς πυκνὸς ἐντίθεται εἰς τὸ μεστὸν ἄγγειον τῶν 10 προειρημένων ὀψαρίων, καὶ εἰσρεῖ τὸ γάρος εἰς τὸν κόφινον, καὶ οὕτω διὰ τοῦ κοφίνου διηθηθὲν τὸ καλούμενον λικονάμεν ἀναιροῦνται· τὸ δὲ λοιπὸν πάτημα γίνεται ἁλιξ. 3 Βίδνυοι δὲ κατασκευάζουσιν οὕτως· λαμβάνεις κάλλιον μὲν εἰ μαινίδας μικρὰς ἢ 15 μεγάλας, εἰ δὲ μή, λυκοστόμους, ἢ σαύρους, ἢ σχόμβρους, ἢ καὶ ἄλικα, καὶ πάντων μίγμα, καὶ βαλεῖς αὐτὰ εἰς μαγίδα ἄρτοκοπικὴν, ἐν ᾗ εἰώθασι φυρᾶν τὸ ἄλευρον, καὶ εἰς τὸν μόδιον τῶν ἰχθύων ἁλὸς ξέστας β’ Ἰταλικοὺς βαλὼν ἀναφύρασον, ὡς συγκρα- 20 θῆναι τοῖς ἁλσί· καὶ ἕκασας ἐπὶ νύκτα μίαν βάλε ἐπὶ