Ancient Greek
71.1
Geoponica, Geoponica 71.1
Unproofread scanNot analysed yet
πλεῖστα ἀπὸ τῶν ἀνατολικῶν ἔσται ψυχρὸς τε καὶ χαλαζώδης καὶ γνοφώδης, ἔχων καὶ ποταμοὺς μεγάλους. περὶ δὲ τροπὰς χειμερινὰς ἀνοχὴ ὑδάτων ἔσται. μετὰ δὲ τὴν ἔαρινὴν ἰσημερίαν, συνεχεῖς ἔσονται χαλάζαι. οἱ δὲ τραχεῖς τόποι μᾶλλον οἴσουσι καρπόν. ὁ δὲ ἔνιαυτὸς ἔσται ὑγιεινός, πλὴν τοῦ φθινοπώρου. 19 Δημόκριτος δὲ φησιν, ἐν τῷ φθινοπώρῳ ἐκζέματα γίνεσθαι περὶ τὰ στόματα, διὸ χρὴ πρὸς τὸ ἔαρ λαχάνων ἅπτεσθαι, κοιλίαν τε λύειν, καὶ μάλιστα τοὺς νέους, ἀκράτῳ δὲ χρῆσθαι. ἡ δὲ ἐλαία εὐφορήσει. 20 Γενομένου δὲ τοῦ Λιὸς ἐν λέοντι τῷ οἴκῳ τοῦ Ἡλίου, ὁ χειμὼν ἔσται ἀρχόμενος μὲν ψυχρὸς καὶ ὑδατώδης μετὰ μεγάλων πνευμάτων, ὡς καὶ δένδρα καταπεσεῖν· μεσάζων δὲ εὐκρατὸς, καὶ λήγων κατάψυχρος. 21 τὸ ἔαρ ὑπομβρόν, τὸ θέρος ἔαρι ὅμοιον· καὶ λείψουσιν ἐν αὐτῷ αἱ πηγαὶ τῶν ὑδάτων, λείψει δὲ καὶ βοσκὴ τοῖς ἀλόγοις. 22 τὸ φθινόπωρον καυματώδες καὶ ἐπίνοσον ἀπὸ καταφθορῶν καὶ βηχός· διὸ χρὴ ἄρτῳ ὀλίγῳ χρῆσθαι, οἴνῳ δὲ πλείονι. ὁ σῖτος ἔσται σύμμετρος. ἡ ἄμπελος καὶ ἡ ἐλαία εὐφορήσει. εὐθέστων τὸ ἔτος πρὸς ἐνοφθαλμισμόν, οὐ μὴν πρὸς φυτείαν. τῶν μεγάλων βοσκημάτων ἔσται φθορά, τῶν δὲ ἀγρίων πολυπληθεία. ἀνὴρ ἐπίσημος τελευτήσει. εὐχεσθαι δὲ δεῖ, ἵνα μὴ γένωνται σεισμοὶ καὶ πόλεμοι. 23 Γενομένου δὲ τοῦ Λιὸς ἐν παρθένῳ ἐν οἴκῳ τοῦ Ἑρμοῦ, ὁ χειμὼν ἀρχόμενος μὲν ἔσται ψυχρός, εὐκρατὸς δὲ μεσάζων, καὶ λήγων χειμεριώδης, πάγους