Ancient Greek
82.3
Geoponica, Geoponica 82.3
Unproofread scanNot analysed yet
1 Οἱ παραθαλάσσιοι τόποι εἰσὶν ὡς ἐπὶ τὸ πολὺ ὑγιεινότεροι, καὶ οἱ ἐν τοῖς ὄρεσι, καὶ οἱ ἐν τοῖς ἀνακεκλιμένοις τόποις πρὸς βορρᾶν νεύοντες. 2 οἱ δὲ πλησίον ἕλων καὶ λιμνῶν, ἢ ἐν κοιλοῖς τόποις, ἢ πρὸς νότον ἄνεμον, ἢ πρὸς δυσμὰς κεκλιμένοι, νοσώδεις. 3 χρῆ οὖν τὰς οἰκήσεις οἰκοδομεῖσθαι ἐπὶ τῶν ὑψηλωτέρων τόπων. εἰς τε γὰρ ὑγίειαν καὶ ἀποψιν καὶ κατασκοπὴν τοῦ χωρίου οὕτος ὁ τόπος ἐπιτηδειότατός ἐστι. 4 τὸ δὲ πᾶν σχῆμα τῆς οἰκίας πρὸς ἀνατολὴν ποιητέον, καὶ τὰς θύρας. οἱ γὰρ ἀπὸ τῶν ἀνατολῶν ἄνεμοι πνέοντες ὑγιεινότατοι, ἢ τε τοῦ ἡλίου θερμότῃς τάχιον εἰσβάλλουσα λεπτύνει καὶ διασκορπίζει τὸ παχὺ καὶ ἄχλυῶδες τοῦ ἀέρος. 5 Δεῖ δὲ τὰς οἰκήσεις μὴ ταπεινὰς μηδὲ πυνηρὰς ποιεῖν, ἀλλ’ ἀνειμένας καὶ πλατείας καὶ ὑψηλάς. 6 Τινὲς δὲ καὶ πρὸς μεσημβρίαν συμβουλεύουσι τὰς οἰκήσεις ποιεῖσθαι, ἃ τε δή τὸν ἥλιον ἐπὶ πλεῖστον ἔχουσας. ἐγὼ δὲ τὴν πρὸς ἀνατολὴν οἰκίην ἀμείνονά φημι, διὰ τὸ τὸν νότον ἀπὸ μεσημβρίας πνέοντα ὑγρὸν καὶ ἀνώμαλον καὶ νοσερώτατον εἶναι. 7 Τὰ δὲ βαλανεῖα τοῦναντίον δεῖ ποιεῖν οὐ