Ancient Greek
1.136
Georgius Cedrenus, Compendium Historiarum 1.136
Unproofread scanNot analysed yet
Ἐντεῦθεν χολωθεὶς Ἀχιλλεὺς ἀπέσχετο μετὰ τῶν Μυρμιδόνων τοῦ τοῖς Τρωσὶ πολεμεῖν, ἕως ἰσχυροῖς πολέμοις ὕστερον οἱ περὶ τὸν Ἀγαμέμνονα κατανικώμενοι δώροις πολλοῖς καὶ παρακλήσεσιν ἐδυσώπησαν αὐτὸν ἐξελθεῖν μετ´ αὐτῶν. Αἴας δὲ ὁ Τελαμώνιος πρὸς τοὺς ἐν Χεῤῥονήσῳ Θρᾷκας γενόμενος ἐπολιόρκει· ὃν Πολυμήστωρ ὁ τούτων βασιλεὺς φοβηθεὶς χρυσὸν ἐδίδου πολὺν, καὶ σῖτον τοσοῦτον ὅσον τῶ ΚἈχαῖκῷ στρατῷ εἰς ἐνιαυτὸν ἐξαρκέσαι. Εἶχε δὲ ἐκεῖ Πολύδωρον τὸν πάντων τῶν Πριάμου υἱῶν μικρότερον, ὃν παρέθετο Πολυμήστορι Πρίαμος ἀνατραφῆναι· [Ῥ. ῒ] ἀλλ´ αὐτὸς αὐτὸν ἔκδοτον τῷ Αἴαντι δεδωκὼς, καὶ ἐγγράφους συνθήκας πεποιηκὼς μηδέποτε ὑπερμαχήσειν Πριάμου, ἀπέστειλεν αὐτόν. Ὁ Αἴας δὲ ἐκεῖθεν ὁρμήσας πρὸς Τεύθραντα ἦλθε τοπάρχην· ὃν ἀνελὼν, καὶ τὴν αὐτοῦ πόλιν ἐκπολιορκήσας καὶ τὴν θυγατέρα Τέκμησσαν αἰχμαλωτίσας ἤγαγε πάντα τὸν πλοῦτον νυκτὸς ἐπὶ τὸν στρατόν. Τῇ γοῦν ἑξῆς ἱστῶσι κατέναντι τοῦ τείχους τὸν Πολύδωρον, καὶ τῷ Πριάμῳ δηλοῦσι πέμψαι τὴν Ἑλένην καὶ λαβεῖν αὐτόν· καὶ εἰρήνης κυρωθείσης ἀπαίρομεν ἐντεῦθεν. Τούτου δὲ μὴ γινομένου, βλεπόντων ἐκ τοῦ τείχους πάντων, τὸν Πολύδωρον ἀνεῖλον ξίφει. Ἰδομενέως τοῦ προμάχου τῶν Ἐλλήνων ὑπογραφεὺς ἦν ὁ Δίκτυς, ἀνὴρ ἀξιόλογος καὶ συνετὸς, ὃς ἁπὸ τῆς Κρήτης τοῖς ἐπὶ λιον ἥκουσι συνεστρατεύετο. Οὗτος τὸν τοῦ πολέμου χρόνον πάντα συνὼν τῷ Ἰδομενεῖ τὰ παρακολουθήσαντα σάντα ἀπ´ ἀρχῆς ἄχρι τέλους μετὰ ἀληθείας συνέγραψε, καὶ τοὺς χαρακτῆρας τῶν προμάχων, ὡς πάντας ἑωρακὼς, ὑπέγραψε καὶ ἀκριβῶς ὑπεμνημάτισε. Τοὺς δὲ χρόνους καὶ τόπους καὶ τρόπους καὶ τὰ ἐκείνου τοῦ πολέμου διασαφῶν, μετὰ ἀκριβείας ἰστοριογραφῶν, καὶ καθ´ ἕνα τῶν ἀρχόντων μεθ´ ὅσων νηῶν παρεγένετο συνέταξε. Τοῦτο δὲ καὶ ἐν τῇ δευτέρᾳ της Ἰλιάδος ῥαψῳδίᾳ παρ´ Ὁμήρῳ δηλοῦται Τοῦ δὲ Ἔκτορος τὰ τῶν Ἑλλήνων στρατόπεδα συνελαύνοντος καὶ πολλοὺς ἀναιροῦντος ἠναγκάσθησαν πρὸς Ἀχιλλέα διακηρυκεύσασθαι. Μόλις οὖν εἴξας Πάτροκλον αὐτοῖς τὸν φίλτατον ἑταῖρον μετὰ τῶν Μυρμιδόνων ἀποστέλλει· καὶ ὃς ἐξελθὼν πολλοὺς μὲν ἀναιρεῖ τῶν βαρβάρων, τοὺς δὲ διώκει, πρὸς σύτο ῖς δὲ πύλαις τῆς πόλεως ὑπὸ Ἕκτορος κτείνεται μαχόμενος. Τοῦτο μαθὼν Ἀχιλλεὺς, καὶ γνοὺς ὅτι βουλή ἐστι τῷ Ἕκτορι νυκτὸς τῇ βασιλίδι Πενθεσιλείᾳ ἀπαντῆσαι, λάθρα προφθάσας ἅμα τῷ ἰδίῳ στρατῷ καὶ ἀποκρύψας ἑαυτὸν τὸν ποταμὸν περῶντα Ἔκτορα κτείνει, οὐ μόνον αὐτὸν, ἀλλὰ καὶ πάντας τοὺς ἑπομένους αὐτῷ, πλὴν ἑνὸς ὃν χειροκοπήσας ἄγγελον ἔπεμψε Πριάμῳ· αὐτὸς δὲ τὸ σῶμα τοῦ Ἑκτορος δίφρου ἐξηρτηκώς μηδενὸς τῶν Ἑλλήνων γνόντος εἰς τὴν αὐτοῦ σκηνήν ἄγει πρὸ ἡμέρας καταικισθέν. Ὁ δὲ Πρίαμος τῇ ἐξῆς σχῆμα πένθιμον περιθέμενος, χρυσόν τε καὶ ἄργυρον καὶ ἐσθῆτα