Ancient Greek
1.142
Georgius Cedrenus, Compendium Historiarum 1.142
Unproofread scanNot analysed yet
εἰς τὴν ἰδίαν πόλιν καταπλεύσας οὐκ ἐδέχθη, ἀλλὰ διωχθεὶς ὑπὸ Αἰγιαλείας τῆς αὐτοῦ γυναικὸς καὶ τῶν πολιτῶν κατέφυγεν εἰς Καλαβρίαν. Κτίζει οὖν πόλιν ἐκεῖ, ἣν ἐκάλεσεν Ἀργυρίππην, τὴν μετονομασθεῖσαν Μαλεβεντὸν, εἰτα καὶ Βενεβεντὸν, καὶ ἐν αὐτῇ οἰκεῖ ἔχων καὶ τὸ Παλλάδιον, ὅπερ ἔλαβεν ἐκ Τροίας. Ὅτι Ὀρέστης μετὰ τὴν μητροκτονίαν εἰς μανίαν περιέπεσε λυσσώδη, καὶ ποτὲ μὲν ἐν ἀνέσει διῆγε, ποτὲ δὲ τὰ ἐξοχῶν ἐπετέλει. Ἀγαπώντων δὲ αὐτὸν τῶν πολιτῶν εἰς Δελφοὺς ἀπέρχεται, καὶ [ΡΓΗ δέχεται χρησμὸν τοιοῦτον· «Ὀρέστα, οὐκ ἄλλως σε δεῖ ἀργαλέης νόσου μανίην ἀποθέσθαι, εἰ μὴ περάσας Πόντου κύματα Σκυθίης γαῖαν καταλάβῃς Αὐλίδος τε χώραν. Ἐν ἰερῷ Ἀρτέμιδος ληφθείς σωθήσῃ ἐκ τῶν βωμῶν. Κακεῖθεν ἐκφυγὼν ἀπὸ χθονὸς βαρβάρων χθόνα περάσας καταλάβῃς Συρίης γαῖαν. Αὐλῶνος Σιλπίου ὄρους ἄντικρου εὑρήσεις Μελάντιον τοὔνομα ἔχον ὄρος, ἔνθα μέγας ἐστὶ ναὸς, ἑστίας. Ἐκεῖ λυσσώδη μανίαν ἀποτίθει. Θᾶττον οἴχνει. Ταῦτ´ ἔφην ἅ γίνεται.» Ταῦτα σημειωσάμενος Ὀρέστης, εὐθέως ἀναπλεύσας ἅμα τῷ Πυλάδῃ, ἔφθασαν ἐπὶ τὴν Αὐλίδα χώραν τῆς Σκυθίας. Τὴν Ποντικὴν τοίνυν θάλασσαν διαπεράσαντες, καὶ ὡς ἀπὸ μιλίων δύο τῆς ἠπείρου πεζεύσαντες, ὁρῶσιν ὡς μέλαθρα θεᾶς καὶ ἔξωθεν ἀνθρώπων ὀστέα ἐῤῥιμμένα, ἃ καὶ Κρουστέμια ἐγχώριος καλεῖ γλῶσσα Καὶ τί δράσαιεν ἐβουλεύοντο. Τρέχουσι βουκόλοι πρὸς τὴν Ἰφιγένειαν, «κουσι, φάσκοντες, δύο νεανίσκοι παρὰ τὴν κυανέαν.» Ἐκείνη δὲ, τίνες καὶ ποταποὶ, καὶ τίνα τούτοις ὀνόματα, πρῶτον ἐρωτῶσα τοὺς ξένους, καὶ περὶ Ἀγαμέμνονος τοῦ πατρὸς καὶ περὶ τοῦ Τρωϊκοῦ πολέμου ἐξήταζεν Εἶτα δεσμοῦνται τοῦ θύεσθαι. Καὶ τὸν μὲν Ὀρέστην εἰς τὴν ἑξῆς, Πυλάδην δὲ τῷ βωμῷ τῆς Ἀρτέμιδος παρεστήσατο. Καὶ ἡ Ἰφιγένεια ποίας ἂν εἴη χώρας ἐπύθετο καὶ ποίας πόλεως. «Χώρας μὲν Ἑλλάδος, ἔφη, Μυκήνης δὲ πόλεως ἄθλιος πάρειμι.» Ἡ δὲ τὴν πόλιν αὐτῆς καὶ τὴν χώραν ἀκούσασα ἐδάκρυσεν, ὑποπτεύσασα δὲ ὑπὸ τῶν βουκόλων αὐτὸν ἀκοῦσαι τὰ περὶ αὐτῆς. «Τίς, ἔφη, βασιλεὺς Μυκήνης; τίς δὲ ἡ τούτου γυνή; τίνα δὲ τέκνα;» Ἀγαμέμνων, εἶπε, πρῴην, γυνὴ δὲ Κλυταιμνήστρα, τέκνα δέ οἱ Ὀρέστης καὶ Ἡλέκτρα καὶ Ἰφιγένεια, ἡ ὡς λέγουσι θυσία Ἀρτέμιδι προσήχθη, ῥυσθεῖσα δὲ ὑπὸ τῆς θεοῦ ἕως ἄρτι ποῦ ἐστὶν οὐκ ἐγνώσθη· ἔσχε δὲ καὶ Χρυσόθεμιν καὶ Λαοδίκην θυγατέρας.» Ἡ δὲ ἀκούσασα κελεύει τοῦτον αὐτίκα λυθῆναι τῶν δεσμῶν. Καὶ γράψασα δίπτυχον ἐπιδέδωκεν αὐτῷ εἰποῦσα· «Ἰδοὺ τὸ ζῇνσοι ἡ θεὸς δωρεῖται δι´ ἑμοῦ. Ἐπόμνυθί μοι κατ´ αὐτῆς ὅτι τὸ δίπτυχον τοῦτο ἐπιδίδως τῷ Ὁρέστῃ, καὶ κομίζεις μοι παρ´ αὐτοῦ γράμματα.» Ὁ δὲ ἐπώμνυτο καὶ τὸ γράμμα διδόναι αὐτῷ εἰς χεῖρας καὶ αὐτὸν ἄγειν Ὀρέστην πρὸς αὐτήν. Εἰληφὼς δὲ τὸ δίπτυχον ἐξῆλθε τοῦ ἱεροῦ, καὶ ἐλθὼν ὅπου