Ancient Greek
1.151
Georgius Cedrenus, Compendium Historiarum 1.151
Unproofread scanNot analysed yet
καὶ σφραγίζεται ὅραμα καὶ προφητεύει καὶ χρίεται Ἄγιος ἁγίων, τουτέστιν ἐπὶ τὴν Χριστοῦ παρουσίαν καὶ τὴν λοιπὴν πραγματείαν Κῦρος ὁ Πέρσης, καταλύσας τὴν Μήδων, καὶ Ἀσσυρίων δυναστείαν, κρατήσας δὲ τῆς Ἀσίας ἀπάσης, ἐβασίλευσεν ἔτη λαʹ. Τούτου τῷ πρώτῳ ἐνιαυτῷ ἑβδομηκονταετὴς χρόνος τῆς μετοικεσίας συμπληροῦται. Ἐν δὲ τῷ ἑπομένῳ ἔτει συγχωρεῖ τοὺς δυναμένους τῶν Ἐβραίων οἰκίζειν ἀνελθόντας εἰς Ἱεροσόλυμα, καὶ τὸν ναὸν οἰκοδομηθῆναι προσέταξε. Τῆς δὲ ἐπανόδου ἡγοῦντο Ἰησοῦς ὁ τοῦ Ἰωστδὲκ μεγάλου ἱερέως καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ, καὶ προφήτης [Ρ.] Ἀγγαῖος, καὶ Ζαχαρίας ὁ τοῦ Ἀδδώ. Καταθέμενοι δὲ οἱ περὶ Ἰησοῦν τοὖ ναοῦ τὴν ἕδραν ἐφ´ ὅλοις τεσσαράκοντα καὶ δύο ἔτεσι τὸ ἔργον ἐκωλύοντο συμπεραιῶσαι, μέχρις οὐ Δαρεῖος ὁ Ὑστάσπου, δευτέρῳ ἔτει τῆς αὐτοῦ βασιλείας, τοὺς ἐμποδίζοντας ἀναστείλας τελείαν ἐπιτρέπει τοῦ ναοῦ τὴν κατασκευήν. Καὶ συμπληροῦται ἐπὶ ἄλλοις τέτρασιν ἔτεσιν, ὥστε συντελεσθῆναι αὐτὸν ἐπὶ ὅλοις ἔτεσι μϛʹ. Καμβύσης ὁ καὶ Ἀρταξέρξης ἐβασίλευσεν ἔτη ην Σφενδάνης καὶ Κιμέρδιος ἀδελφοὶ μάγοι μῆνας ζ Δαρεῖος ὁ Κύρου ἀπόγονος, Ὑστάσπου δὲ υἱὸς, τοῖς μάγοις ἐπιθέμενος καὶ κρατήσας ἐβασίλευσε μέχρι συμπληρώσεως Ἰερουσαλὴμ ἔτη ἓξ, καὶ πρὸς τούτοις ἕτερα λʹ. Ἐπὶ τούτου Ἱπποκράτης ὁ ἰατρὸς ἐγνωρίζετο. Ξέρξης ὁ Δαρείου υἱὸς ἐβασίλευσεν ἔτη κʹ, Ἀρτάβανος μῆνας ζʹ, Ἀρταξέρξης ὁ Μακρόχειρ ἔτη μʹ. Ἐπὶ τούτου τὰ κατὰ Ἐσθὴρ καὶ Μαρδοχαῖον καὶ Ἀμᾶν ἐπράχθη. Ἐπὶ τούτου ᾠκοδομήθη Ἱερουσαλήμ, ὅπλοις τοὺς ἐνεργοῦντας περιτειχίσαντος. Ἀπὸ τοῦ ὀγδόου ἔτους τούτου ἀριθμεῖσθαι δεῖ τὰς ἑβδομήκοντα ἑβδομάδας τῆς τοῦ Δανιὴλ ὀπτασίας μέχρι τῆς τοῦ Κυρίου παρουσίας. Ἔδει δὲ τὰ κατὰ τὴν Ῥώμην προταχθῆναι τούτων ὡς ἀρχαιότερα, ἀλλὰ διὰ τὴν συνέχειαν τῆς ἀκολουθίας ὑπερετέθησαν, καὶ τεθήσονται καθεξῆς μετὰ τὴν συμπλήρωσιν τῆς τῶν Ἀσσυρίων βασιλείας καὶ τῆς τῶν Ἑβραίων αἰχμαλωσίας. Ξέρξης ὁ Ἀρταξέρξου, ἐπικληθεὶς Νόθος, ἀνελὼν Σογδανὸν ἐβασίλευσεν ἔτη ιθʹ. Δαρεῖος ὁ στάσπου καὶ Παρυσάτιδος ἔτη λςʹ, κόσμου ἔτη δόίβʹ. Οὗτος ἔτι ἰδιωτεύων ηὔξατο τῷ Θεῷ, εἰ βασιλεύσει Περσῶν, ἀνεγεῖραι τὸν ἐπὶ Ἱεροσολύμοις ναὸν καὶ πάντα τὰ Ἰουδαίων ἀποδοῦναι ἱερὰ σὺν τοῖς αἰχμαλώτοις καὶ πατρῴοις ἔθεσι. Τούτων τῶν εὐχῶν καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ ἀκουστής καὶ σύμβουλος γεγονὼς ὕστερον ἀνέμνησε, συνήθης ὥν. Καὶ γὰρ ἀπεστάλη μὲν καὶ πρῶτον ὁ λαὸς, καὶ τῶν θεμελίων τοῦ ναοῦ ὑποβληθέντων ἐπαύθη ἡ οἰκοδομὴ ἐκ διαβολῆς τῶν προσοίκων Σαμαρειτῶν. Καὶ ἦσαν ἐπὶ τῷ αὐτῷ σχήματι χρόνους μα´ ἕως τοῦ δευτέρου ἔτους Δαρείου. μἰτα πληροῦται ὁ ναὸς ἐπὶ ἕξ χρόνοις δι´ ὑποανήσεως καὶ χειρῶν Ζοροβάβελ καὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ, ἤγουν ἐπὶ μϛʹ ὅλοις ἐνιαυτοῖς ἀπὸ τοῦ πρώτου ἔτους Κύρου. Διὸ καὶ εἴρηται παρὰ τῶν Ἰουδαίων πρὸς τὸν Κύριον· «Ἐν μϛʹ ᾠκοδομήθη ὁ ναὸς οὖτος, καὶ σὺ ἐπὶ τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;»