Ancient Greek
1.158
Georgius Cedrenus, Compendium Historiarum 1.158
Unproofread scanNot analysed yet
Ὡς γὰρ Δέξιππος ἱστορεῖ, πᾶσαν ἄσκησιν ἠσκήθη σωματικὴν, Ἀριστοτέλους γνησιώτατος γεγονὼς φοιτητὴς, εἴς τε λόγους ἄριστος καὶ εἰς ἔργα ἐπαινούμενος εὐρέθη. Τὰ δὲ πολεμικὰ θαυμαστῶς ὑπελθὼν πειθοῦς ἄξια διεπράξατο. Πασιλεύσας γὰρ χρόνους ὀκτὼ τοὺς Μακεδόνας καὶ Ἰλλυριοὺς καὶ Θρᾷκας ὑπέταξε, τὴν Ἑλλάδα κατέστρεψε, καὶ τοὺς τοῦ πατρὸς φονέας τιμωρησάμενος καὶ τοὺς Παίονας ὑποτάξας ἐπὶ τὴν Ἀσίαν διαπερᾷ. Καὶ τὴν Πριάμου πόλιν καὶ τὰς ἐν Λυδίᾳ Σάρδεις ὑποτάξας ἐπὶ Κιλικίαν ἀφικνεῖται, καὶ τὸν Δαρεῖον καταπολεμήσας καὶ ἡττύσας ἀμύθητον φόνον ἐργάζεται. Τὰς παραλίους Φοινίκης παραλαμβάνει πόλεις. Ἔνθα καὶ Σάτυρον βλέπει καθ´ ὕπνους, ἐν τῇ πορθήσει Τύρου, φήσαντος αὐτῷ τοῦ ὀνειροκρίτου· Σὰ Τύρος, Ἀλέξανδρε. Ἵν Κἅμα Σιδῶνι δῃώσας, ἐπὶ τὴν Ἰουδαίαν ἐλθὼν καὶ σαύτην ἑλὼν, ὑπὸ τοῦ ἀρχιερέως Ἀδδὼ τιμηθεὶς, θύσας τῷ Θεῷ ὡς παρ´ αὐτοῦ τὴν οἰκουμένην προσειληφὼς, Ἀνδρόμαχον τῶν τόπων ἐπιμελητὴν κατέστησεν· ὃν ὕστερον Σαμαρεῖται ἀποκτείναντες δίκας ἔτισαν. Ἐπὶ τούτοις, Γάζαν καὶ Κυρήνην καὶ τὴν Γαλιλαίαν ἑλὼν, εἰς τὴν Αἵγυπτον ἀφίκετο. Ἔνθα τήν τε ἄνυδρον χώραν καὶ τὴν πικροτάτην λίμνην τό τε ἰερὸν Ἄμμωνος καὶ ὅσα παρ´ Αἴγυπτον μυθεύεσαι θεασάμενος, καὶ ἱεροῖς ἀναθήμασι τιμήσας, πρὸς τῷ τῆς θαλάσσης στόματι πόλιν ἐπώνυμον ἑαυτῷ τὴν Ἀλεξάνδρειαν κτίζει, τῷ ἑβδόμῳ ἔτει τῆς βασιλείας αὐτοῦ. Καὶ διὰ τῆς τοῦ Νείλου διώρυγος ἐπὶ τὴν τῶν Ἀσσυρίων γῆν ἔρχεται, καὶ πολεμήσας Δαρεῖον ἑκατὸν λʹ χιλιάδας Ἀσσυρίων διαφθείρει. Αὐτὸς δὲ Δαρεῖος φεύγων ὑπὸ ἰδίου σατράπουνομα τούτῳ Βέσος τὴν κεφαλὴν ἀφαιρεθεὶς τελευτᾷ. Ἀλλ´ ὁ μὲν σατράπης δίκας ἔτισε, τὸ δὲ Δαρείου σῶμα ἐντίμως κηδεύεται. Τήν τε Περσέπολιν διαβὰς, ἔνθα τὰ Περσῶν βασίλεια, αὐτήν τε εἶλε καὶ Σοῦσαν καὶ τὰς Δαρείου θυγατέρας ἅμα τῇ μητρὶ καὶ μάμμῃ. ΚαὶΡ ἱβα] καταλύσας τὴν Περσῶν ἀρχὴν διαρκέσασαν ἀπὸ Κύρου ἔτη σδʹ, τάς τε πόλεις πυρπολήσας καὶ τὸν ἐν αὐταῖς ἀφελόμενος πλοῦτον, πρὸς Μάρδους καὶ ΚεΚδρουσίους καὶ Ὑρκανοὺς καὶ τοὺς λεγομένους Ἀριμασποὺς, ἐξ ὡν Θαλευτὴν τὴν Ἀμαζόνα σύμμαχον ἐδέξατο, Παραπανίταις τε καὶ τοῖς περὶ τὸν Θερμώδοντα καὶ τὴν λεγομένην Ἄορνον πέτραν ἐπεφοίτησε,, πρός τε τὴν Ἰνδῶν χώραν, ἢς Πῶρος ἐβασίλευσεν, ἀνὴρ εἴδει τε καὶ ἔργῳ μέγιστος, ὃς καὶ εἰς χεῖρας ἐλθὼν Ἀλεξάνδρου, πολλούς τε τῶν Ἰνδῶν ζημιωθεὶς καὶ τρωθεὶς τὸν ἀγκῶνα, σὺν τῷ ἐλέφαντι κατέπεσε, πολλῆς τε θεραπείας τυχὼν σύμμαχος Ἀλεξάνδρου γέγονεν. Ἐκεῖθέν τε διαβὰς εἰς τὰ πρόσω τῆς Ἰνδίας μέρη καὶ τὴν βασιλείαν Κανδάκης τῆς χήρας, ὑπ´ αὐτῆς συνελήφθη τρόπῳ τοιῷδε· Ἔθος ἦν Ἀλεξάνδρῳ ἀλλάσσοντι τὸ βασιλικὸν σχῆμα τὰς πρεσβείας ποιεῖσθαι ἅμα τοῖς ἰδίοις ἐξάρχοις, καὶ καταμανθάνειν τὰ εἴδη καὶ ἕθη καὶ τρόπους τῶν ἐν ταῖς χώραις βαρβάρων. Ὅπερ ἀκούσασα ἡ Κανδάκη, καὶ σημεῖα τοῦ προσώπου λαβοῦσα, συνέσχεν αὐτὸν ἐν τοῖς βασιλείοις, καὶ εἰπεν· Ἀλέξανδρε βασιλεῦ, τὸν κόσμον παρέλαβες, καὶ γυνή σε ἐκράτησεν. Ὁ δὲ καταπλα γεὶς ἐπὶ τῇ ταύτης φρονήσει εἰρήνην πρὸς αὐτὴν