Ancient Greek
1.166
Georgius Cedrenus, Compendium Historiarum 1.166
Unproofread scanNot analysed yet
κατ´ ἀξίαν ἑκάστης, καὶ κατά τινας περιόδους ὡρισμένας ἀναπέμπεσθαι πάλιν εἰς τοῦτον τὸν κόσμον, πεῖραν παρεξομένας τῆς ἑαυτῶν προαιρέσεως. Καὶ ὅτι μετὰ Διός τινας εἰναι τῶν ψυχῶν, καὶ ἄλλας μετὰ τῶν ἄλλων θεῶν. Εἱμαρμένην δέ φησιν εἶναι, οὐ μέντοι πάντα καθ´ εἰμαρμένην γίνεσθαι. Ὁ μὲν οὖν Πλάτων, συναγαγὼν τὰ τρία μέρη τῆς κατὰ πάντα φιλοσοφίας, φυσιολογικήν, ἠθικὴν, καὶ λογικὴν, οὕτως ἐδογμάτισε. Πλάτων δὲ ἐπωνομάσθη διὰ τὸ πλατὺς εἶναι τὸ στέρνον. Ἄλλοι δὲ ὡς πλατὺν ἐν λόγοις Πλάτωνα κληθῆναι. Οὗτος ἐβίω ἔτη πβʹ. Αέκατος Ἀριστοτέλης. Οὗτος ἀκροατής γενόμενος τοῦ Πλάτωνος εἰς τέχνην τὴν φιλοσοφίαν ἤγαγε καὶ λογικώτερος ἐγένετο, τὰ μὲν στοιχεῖα τῶν πάντων ὐποθέμενος, οἷον τὴν οὐσίαν καὶ τὸ συμβεβηκὸς, τὴν μὲν οὐσίαν μίαν τοῖς πᾶσιν ὑποκειμένην, τὰ δὲ συμβεβηκότα ἐννέα· καὶ τὴν μὲν οὐσίαν τοιαύτην εἶναι οἷον Θεὸν καὶ ἄνθρωπον καὶ ζῶον, περὶ ἃ καὶ τὰ συμβεβηκότα θεωρεῖται, τὸ μὲν ποιὸν οἷον λευκὸν, μέλαν· τὸ δὲ ποσὸν οἷον δίπηχυ τρίπηχυ, καὶ διπλάσιον καὶ ἥμισυ καὶ μεῖζον, τὸ δὲ πρός τι οἷον πατὴρ, υἱὸς, τὸ δὲ ποῦ οἷον Ἀθήνῃσι, Μεγάροις, ἐν οἱκίᾳ, ἐν ἀγορᾷ, τὸ δὲ τότε οἷον χθὲς, πέρυσιν, ἐπὶ τῆς δεκάτης ὉλυμπιάΣος, τὸ δὲ ποιεῖν οἷον γράφειν, τέμνειν, καίειν καὶ ὅλως ἐνεργεῖν τι, τὸ δὲ πάσχειν οἷον τέμνεσθαι, καίεσθαι, τύπτεσθαι, τὸ δὲ ἔχειν οἷον κεκτῆσθαι, ὡπλίθαι, τὸ δὲ κεῖσθαι οἷον κατάκειται, ἀνάκειται, κάθηται, δέχεται. Ὁ αὐτὸς Ἀριστοτέλης σχεδὸν τὰ πλεῖστα αυμφωνεῖ Ρ.] τῷ Πλάτωνι, πλὴν τοῦ περὶ ψυχῆς δόγματος. Ἐπιδιαμένειν γάρ φησι, καὶ μετὰ ταῦτα αὐτὴν συναφανίζεσθαι τῷ πέμπτῳ σώματι· ὑποτίθεται γὰρ οὗτος καὶ πέμπτον σῶμα μετὰ τῶν ἄλλων σωμάτων τῶν τεσσάρων, οἷον πνεῦμα· τὴν γὰρ ψυχὴν ὅλου τοῦ κόσμου φησὶν ἀθάνατον εἰναι, καὶ 2ὐτὸν τὸν κόσμον ἀίδιον, τὴν δὲ καθ´ ἔκαστον, ὡς προείπομεν, ἀφανίζεσθαι. Ὅτι ἐπὶ Ἀρταξέρξου τοῦ Ὥχου ἦν ὁ Ἀριστοτέλης, ἐτελεύτησε δὲ βιώσας ἔτη οʹ. Ἐκλήθησαν δὲ οἱ μὲν ἀπὸ Ζήνωνος ἀπὸ τῆς ποικίλης στοᾶς Στωϊκοὶ, οἱ δὲ ἀπὸ τοῦ Ἀριστοτέλους ἀπὸ τοῦ ἔργου Περιπατητικοί· περιπατοῦντες γὰρ ἐν τῷ Λυκείῳ ἐποιοῦντο τὰς ζητήσεις. Ἐνδεκάτη αἴρεσις τῶν Στωϊκῶν. Καὶ οὗτοι ὑπέθεντο ἀρχὴν μὲν τῶν πάντων Θεὸν, καὶ τὸ καθ´ εἰ μαρμένην τὰ πάντα διεβεβαιώσαντο. Τὴν σελήνην λέγουσιν ἀθάνατον εἶναι. Σῶμα δὲ λέγουσι γενέσθαι ἐκ τῆς περιψύξεως τοῦ ἀέρος τοῦ περιέχοντος· διὸ καὶ ψυχὴν αὐτὴν καλοῦσιν. Ὁμολογοῦσι καὶ μετενσωμάτωσιν, ὡρισμένων οὐσῶν τῶν ψυχῶν. Δωδέκατος Ἐπίκουρος. Οὗτος σχεδὸν ἐναντίαν πᾶσιν δόξαν ἔθετο. Ἀρχὰς μὲν τῶν ὅλων ὑπέθετο ἀτόμους καὶ κενὸν, κενὸν μὲν οἷον τὸν τόπον τῶν ἐσομένων, ἀτόμους τὴν ὕλην ἐξ ἦς τὰ πάντα. Ἐκ δὲ πῶν ἀτόμων συνελθουσῶν γενέσθαι καὶ τὸν Θεὸν καὶ τὰ στοιχεῖα καὶ πάντα τὰ ἐν αὐτοῖς, ὡς μηδὲν μήτε γενέσθαι μήτε ἑστάναι εἰ μὴ ἐκ τῶν ἀτόμων ἦν,