Ancient Greek
1.172
Georgius Cedrenus, Compendium Historiarum 1.172
Unproofread scanNot analysed yet
Ἰούλιος Καῖσαρ κατὰ τὸ τέταρτον ἔτος τῆς βασιλείας Κλεοπάτρας ὑπὸ Ῥωμαίων ἀναῤῥηθεὶς ὕπατος, εἰς τὴν Ἀνατολὴν σὺν πολλῆ ἀνελθὼν δυνάμει καὶ πολλοὺς τῶν αὐτόθι τροπωσάμενος καὶ ὑποφόρους καταστήσας, ἰδίους τῶν τόπων καθίστησιν ἐπιμελητάς. Ἀντίπατρον μὲν οὖν τὸν Ἀσκαλωνίτην Παλαιστίνης κατέστησε διοικητήν. Υἱὸς δὲ ἦν Ἀντίπατρος Ἡρώδου τινὸς, τῶν ἐν νεωκόροις ἀριθμουμένων καὶ τῶν αὐτόθι τοῦ Ἀπόλλωνος ἱεροδούλων Παῖδα δὲ ὄντα ποτὲ τὸν Ἀντίπατρον λῃσταὶ ἀναρπάσαντες Ἰδουμαῖοι κατεῖχον, λύτρα ὑπὲρ αὐτοῦ κομιεῖσθαι ὑπειληφότες· τοῦ δὲ πατρὸς αὐτοῦ εἰς ἔσχατον πενίας ἐληλακότος, ἔμεινε παρὰ τοῖς ἁρπάξασιν δουλεύων καὶ τοῖς ἐκείνων ἔθεσι τρεφόμενος. Ἀναιρεθέντος δὲ τοῦ Ἀντιπάτρου φαρμάκῳ, βασκανίᾳ τῆς πολλῆς εὐδαιμονίας, ὑπὸ Βαλίχου τινὸς Ἰουδαίου, διαδέχονται οἱ παῖδες αὐτοῦ τὴν ἀρχὴν, Ἡρώδης καὶ Φασάϊλος· καὶ ὁ μὲν τὴν Ἰδουμαίαν καὶ τὴν Ἰεροσολύμων ἐκληρώσατο γῆν, τὴν δὲ Ἰουδαίαν καὶ Γαλιλαίαν ὁ Ἡρώδης. Γνοὺς δὲ ὡς Ὑρκανὸς ὁ πρὸ αὐτοῦ βασιλεὺς τὸν τοῦ Δαβὶδ τάφον ἀνοίξας τρισχίλια ἔλαβε τάλαντα, ἤνοιξε καὶ αὐτὸς, καὶ χρήματα μὲν οὐχ εὖρε, κόσμον δὲ χρύσειον καὶ κειμήλια πολλὰ ἀνείλετο. Πειραθέντος δὲ αὐτοῦ ἐνδοτέρω χωρεῖν, οὗ τὰ σώματα Δαβὶδ καὶ Σολομῶντος ἐτέθησαν, πῦς ἐξελθόν δύο τῶν δορυφόρων κατέφθειρε. Γενόμενος δὲ εἰς τὴν Αἴγυπτον Ἰούλιος τῆς Κλεοπάτρας κρατύνει τὴν ἀρχὴν, τῶν ἐπιτιθεμένων ἀναστείλας τὰς ἐπιβουλάς. Καὶ τὰ ἐπὶ τῆς Ἀνατολῆς ἄπαντα διοικησάμενος ἐπανῆλθεν εἰς τὴν Ῥώμην μοναρχήσας. Ὅτι ὁ Ἰούλιος μὲν Κυντίλιος ἐλέγετο, μετωνομάσθη δὲ παρὰ Ἀντωνίου διὰ τὸ γεννηθῆναι αὐτῷ Γάιον Ἰούλιον. Ὁ δὲ Σεξτίλιος ἀπὸ Αὐγούστου Αὔγουστος, ὅ ἐστι σεβαστός. Ὅτι κάρμινα παρὰ Ῥωμαίοις λέγεται τὰ ἔπη καὶ καρμεντία ἡ μαντεία, [Ρ. ἰθΒΙ Ὅτι τὴν πρώτην τοῦ μηνὸς Ῥωμαῖοι καλάνδας καλοῦσι· νόννας δὲ καὶ εἰδοῦς ἐπὶ μὲν Ἰανουαρίου καὶ Φεβρουαρίου Ἀπριλλίου τε καὶ Ἰουνίου καὶ Αὐγούστου καὶ Σεπτεμβρίου καὶ Ὀκτωβρίου καὶ Νοεμβρίου τὰς μὲν νόννας λέγουσι εʹ τοῦ μηνὸς, τὰς δὲ εἰδοῦς ιγʹ τοῦ μηνὸς, ἐπὶ δὲ Μαρτίου καὶ Μαΐου καὶ Ἰουλίου καὶ Δεκεμβρίου τὰς μὲν νόν νας τὴν ζʹ τοῦ μηνὸς, τὰς δὲ εἰδοῦς τὴν ιεʹ τοῦ μηνός. Καλάνδας τοίνυν Ἰανουαρίου εὑρίσκων τὴν αʹ Ἰανουαρίου νομίσεις. Ἔτι δὲ πρὸ τριῶν τὴν τρί. την καὶ πρὸ μιᾶς νοννῶν Ἰανουαρίων τὴν δʹ, διὰ τὸ τὴν εʹ, ὡς ἔφημεν, νόνναν καλεῖσθαι. Μετὰ δὲ τὴν εʹ εἴποις ἂν πρὸ ηʹ εἰδῶν Ἰανουαρίων, ἤγουν τῇ ϛʹ τούτου, καὶ πρὸ ἑπτὰ πάλιν τῇ ζʹ, καὶ ἑξῆς ὁμοίως,