Ancient Greek
1.174
Georgius Cedrenus, Compendium Historiarum 1.174
Unproofread scanNot analysed yet
τῇ Φοινίκων γλώσσῃ· καὶ Σαβαὼθ δὲ ὃ ὑπὲρ τοὺς ἑπτὰ πόλους, τουτέστιν ὁ δημιουργὸς Θεός. Ὅτι νέα ἡ πρώτη τοῦ μηνὸς παρ Ἀττικοῖς, ἔννη δὲ ἡ τελευταία. Καλάνδη ἡ νεομηνία, ἀπὸ τοῦ καλεῖν ἐν αὐτῇ τὸν ἱερέα τὸν δῆμον καὶ κηρύττειν τὴν ἡμέραν τῆς νόννας, ἐξ ἧς ἐδηλοῦτο ἡ μεσομηνία, ἡν αὐτοὶ πατρίως εἰδοῦς προσαγορεύουσιν. Ἰστέον ὅτι Μάρτιος καὶ Μάῖος καὶ Ἰούλιος καὶ Ὁκτώβριος ἑβδομαίας ἔχουσι τὰς νόννας, καὶ πεντεκαιδεκαταίας τὰς εἰδοῦς, οἱ δὲ λοιποὶ πεμπταίας τὰς νόννας, καὶ τρισκαιδεκαταίας τὰς εἰδοῦς. Φουρτούνα παρ Ῥωμαίοις ἢ εἰδαιμονία. Ὅτι ἡ δεκὰς δεχὰς προσαγορεύεται ὡς δεκτικὴ τοῦ ἀπείρου. Ἡ αὐτὴ καὶ κλαδοῦχος, διότι ἐξ αὐτῆς οἱ ἀριθμοὶ πάντες ὡς κλάδοι τινές φύονται. Σπόρτα παρ τοῖς αὐτοῖς ἡ σπυρίς, ἡ καὶ φίσκος καλεῖται· κἂν διαφέρωσι τῷ φίσκον μὲν καλεῖσθαι τὴν ῥαβδωτὴν πλεκτάνην, σπόρταν δὲ τὴν φλοιώδη. Ἔστι δὲ καὶ ἑτέρα κατασκευὴ σπυρίδος, ἀντὶ πίλου τῇ κεφαλῇ τιθεμένη· καλεῖται δὲ παρ´ Ἰταλοῖς κάμελα, ἐξ οὗ καὶ καμελαύκια. Μαππάριον τοῖς Ῥωμαίοις ἔδοξε καλεῖν ἐξ αἰτίας, τοιαύτης. Ἔθος ἦν τοῖς ὑπάτοις ἐπὶ τῶν θεάτρων εὐωχεῖσθαι. Μετὰ δὲ τὸ παύσασθαι τῆς εὐωχίας τὸ εν χεροῖν ἐκμαγεῖον, ὃ καὶ μάππαν πατρίως καλοῦσιν, ἐξ οὗ καὶ μανδύλια, ἔῤῥιπτον· ὅπερ ὑποδεχόμενος ὁ λεγόμενος μαππάριος τὸν ἀγῶνα παρεσκεύασεν. Οὐ πλέον δὲ τῶν ἑπτὰ κύκλων, οὓς σπάτια οἱσνεὶ στάδια καὶ μίσους ἀντὶ τοῦ ἄθλους, περὶ τὴν πυραμίδα, ἣν νῦν ὀβελὸν καλοῦσι, διεπληκτίζοντο οἱ ἀγωνισταὶ διὰ τὸ τοσούτους εἶναι τοὺς τῶν πλανήτων πόλους, οὓς Χαλδαῖοι στερεώματα καλοῦσιν, ἄνευ τοῦ σεληνιακοῦ διὰ τὸ μέχρις αὐτῆς διήκειν τὸ τῆς ὕλης σκύβαλον κατὰ τὸ λόγιον. Ὅτι βιξιλατίωνες οἱ Ῥωμαίων ἱππεῖς, καὶ βίξιλα παραπετάσματα ἐκ πορφύρας καὶ χρυσοῦ εἰς τετράγωνον σχῆμα πεποιημένα· ταῦτα ἐξαρτῶντες ἐπὶ μακρῶν δοράτων, κύκλῳ παραπορευόμενοι τῶν βασιλέων κατασκέπτουσιν αὐτούς. Εἰεν δ´ ἂν τὰ λεγόἩ