Ancient Greek
1.176
Georgius Cedrenus, Compendium Historiarum 1.176
Unproofread scanNot analysed yet
Ὁτι ἡ γαμετὴ αὐτοῦ ἐν τῇ νυκτὶ μεθ´ ἡν ἐσφάγη, ἔδοξεν ὁρᾷν τὴν οἰκίαν Καίσαρος συμπεπτωκέναι, καὶ αὐτὸν κατατετρωμένον καὶ αἵματι περιῤῥεόμενον ἐμπεσεῖν τοῖς κόλποις αὐτῆς. Τούτῳ μέλλοντι τὴν αὔλιον ἐξελθεῖν θύραν ἀπερχομένῳ ἐπὶ τὸ βουλευτήριον εἰκὼν αὐτοῦ τοῦ Καίσαρος ἐφεστῶσα τῷ προθύρῳ αὐτομάτως κατέπεσε. Καὶ πρὸς τούτοις χάρτην αὐτῷ τις ἐπιδέδωκε πᾶσαν τὴν κατ´ αὐτοῦ μελετωμένην ἐπιβουλὴν ἔχοντα. Καὶ νομίσας ἄλλο τι εἶναι οὐκ ἐνέτυχεν, ἀλλὰ δεδωκὼς ἑτέρῳ φυλάττειν ἐσφάγη ὑπὸ Βρούτου καὶ Κασίου ἐν τῷ βουλευτηρίῳ, χρόνων Κληρονόμον δὲ καὶ θετόν υἱὸν κατέλιπεν Ὀκτάβιον τὸν υἱὸν Ἰουλίας τῆς ἰδίας ἀδελφῆς, ἕτος ἄγοντα ιςʹ. Ὀκτάβιος Αὔγουστος Καῖσαρ, ὁ ἀνεψιὸς Ἰουλίας, ἐβασίλευσεν ἔτη νϛʹ. Ἀφ´ οὗ Αὔγουστοι οἱ Ῥωμαίων βασιλεῖς καὶ ὁ μὴν Αὔγουστος ἐκλήθη, ὅ ἐστι Σεβαστὸς, Σεξτίλιος πρὶν ὀνομαζόμενος. Ἐν τῇ νυκτὶ δὲ ᾖ ἐγεννήθη, εἶδεν αὐτοῦ ὁ πατὴρ καθ´ ὕπνους ἐκ τῶν κόλπων τῆς γυναικὸς αὐτοῦ τὸν ἥλιον ἀνατέλλοντα· ἡ δὲ μήτηρ αὐτοῦ εἶδεν ὡς τὰ σπλάγχνα αὐτῆς ἐξαρπαγέντα εἰς τὸν οὐρανὸν ἀνεφέρετο. Καὶ ὅτι Νιγίδιος βουλευτής ἀστρολόγος βραδὺ προελθόντος τοῦ πατρος αὐτοῦ ἠρώτησε τὴν αἰτίαν, ὁ δὲ ἔφη υἱὸν αὐτῷ τετέχθαι, κἀκεῖνος ἀνεβόησεν· Ὡ τί ἐποίησας; δεσπότην ἡμῖν ἐγέννησας. Ὅτι τρεφομένου αὐτοῦ ἐν ἀγρῷ καταπτὰς ἀετὸς τὸν ἄρτον ἐκ τῶν χειρῶν αὐτοῦ ἀφείλετο, καὶ ἐπανελθὼν πάλιν εἰς τὰς χεῖρας αὐτοῦ τοῦτον κατέθετο. Ὅτι ἐν παισὶν αὐτοῦ τελοῦντος Κικέρων αὐτὸν [ὁ Ὀκτάβιος] ἐν ὀνείροις ἐθεάσατο χρυσῇ ἁλύσει δεδεμένον καὶ μάστιγα κρατοῦντα. ἐκ τοῦ οὐρανοῦ χαλασθῆναι εἰς τὸ Καπιτώλιον. Ὅτι ἐν τῷ τέλει αὐτοῦ κεραυνὸς εἰς τὴν εἰκόνα αὐτοῦ ἐμπεσών τὸ πρῶτον γράμμα τοῦ ὀνόματος αὐτοῦ ἠφάνισεν, ὡς τοὺς μάντεις εἰπεῖν ὅτι τεθνήξεται. Συγκαλέσας δὲ τοὺς βουλευτὰς εἶπε· Πηλίνην παραλαβὼν τὴν Ῥώμην λιθίνην ὑμῖν αὐτὴν καταλέλοιπα διὰ τὸ περιὸν τῆς δυνάμεως. Ἐν τῷ Σεξτιλίῳ δὲ μηνὶ γενόμενος ὕπατος καὶ πολλὰς νίκας νικήσας, ἐν τούτω καὶ τελευτᾷ· διὸ καὶ Σεξτίλιος αὐτὸς πάλιν ἐλέγετο διὰ τὸ τὸν Σεξτίλιον μῆνα ἐπονομασθῆναι Αὕγουστον. Ἠγαπᾶτο δὲ ὑπ´ αὐτοῦ Μαικήνας ἀνὴρ σοφὸς, ὃς καὶ πρῶτος τὰ σημεῖα ἐφεῦρεν. Ὅς ποτε δικάζοντος τοῦ Καίσαρος καὶ πολλῶν θάνατον καταψηφισαμένου μὴ δυνάμενος διὰ τὸ πλῆθος τοῦ λαοῦ. . . . αὐτοῦ, ἔγραψεν· Ἀνάστα, δήμιε, καὶ σημηνάμενος ἔῤῥιψεν ἐν τῷ κόλπῳ αὐτοῦ· ὅπερ ἀναγνοὺς ὁ Καῖσαρ ἀνέστη, κελεύσας ἀργῆσαι τὰ κριθέντα παρ´ αὐτοῦ. Ὅτι πάνυ ἦν τῶν φίλων [Τ θεραπευτικός. Τινὸς γὰρ τῶν συστρατευομένων αὐτῷ δεηθέντος τῆς εἰς τὸ βουλευτήριον αὐτοῦ παρουσίας, εἰπεῖν αὐτὸν μὲν ἀσχολεῖσθαι, ἐπιτρέψαι δέ τινι τῶν φίλων παραγενέσθαι καὶ τὴν χρείαν πληρῶσαι. Ὃς ὀργισθεὶς ἔφη· Ἐγὼ ὁσάκις τῆς ἐμῆς ἐπικουρίας ἐδεήθης, οὐκ ἄλλον ἀντ´ ἐμοῦ ἔπεμψα. Καὶ ἐρυθριάσας ὁ Καῖσαρ καὶ συναπῆλθε καὶ συνέπραξεν Ἐπὶ δὲ τῆς βασιλείας Αὐγούστου Καίσαρος εἰσῆλθε πλοῖον ἀπὸ Ἀλεξανδρείας εἰς τὴν πόρταν Ῥώμης, ἐπιφερόμενον σίτου μοδίων χιλιάδας υʹ, ἐπιβάτας αςʹ,