Ancient Greek
1.182
Georgius Cedrenus, Compendium Historiarum 1.182
Unproofread scanNot analysed yet
ἑιὸ καὶ εὗρον· ἐγγὺς γὰρ Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ, κατὰ τὸν θεῖον Δαβίδ. φαίνεται γὰρ εἰναι διὰ τῆς νυκτὸς Εὐλαλίῳ τῷ ἐπισκόπῳ γυνή τις εὐσταλὴς καὶ κοσμία, κρείττων ἦ κατὰ ἄνθρωπον, ὑποτιθεμένη αὐτῷ καὶ λέγουσα, ὅτι Ἐπάνω τῆς πύλης τῆς πόλεως, ἐν τῷδε τῷ τόπῳ, διὰ τόνδε τὸν τρόπον, ἡ τιμία εἰκὼν τοῦ Χριστοῦ ἀποκέκρυπται, ἡν ἀναζητήσας καὶ λαβὼν πάντα ΙΡ. Γ] αἰσίως πράξεις. Ὁ δ´ ἐπίσκοπος χαρᾶς ἀφάτου πλησθεὶς καὶ τὸν τόπον καταλαβὼν καὶ τοῦτον διαῤῥήξας, ὢ τοῦ θαύματος! εὖρε τὴν θείαν εἰκόνα ἀδιαλώβητον καὶ κεχαραγμένην καὶ τὴν θρυαλλίδα ἐν τοσούτῳ χρόνῳ μὴ ἀποσβεσθεῖσαν, ἀλλὰ καὶ ἐν τῷ πρὸς φυλακὴν ἐπιτεθέντι πρὸ τοῦ λύχνου κεράμῳ ἐκτυπωθὲν ἕτερον ὁμοίωμα ἀπαράλλακτον τοῦ πρωτοτύπου. Τοῦτο λαβών ὁ ἐπίσκοπος μετὰ χαρᾶς ἀμέτρου, καὶ λιτανεύσας καὶ εὐχαριστήσας, κατέλαβε τὸν τόπον καθ´ ὃν οἱ Πέρσαι διώρυττον. Ὡς δὲ πλησίον ἀλλήλων ἐγένοντο ἐν τῷ ὀρύγματι, ἀπὸ τῆς λυχνίας ἐκείνης ἐλαίου ἐπιστάξαντες εἰς τὸ γὺτρεπισμένον πῦρ πάντας ἀπώλεσαν ἄρὸην. Ἀλλὰ καὶ τὴν ἔξωθεν ἀναφθεῖσαν πυρὰν ὑπὸ τῶν Περσῶν κατὰ τῶν ἔνδον, ἡν ἄπειρος ὕλη ὑπέτρεφεν, ὡς πλησίον αὐτῆς ἐγένετο ὁ ἐπίσκοπος μετὰ τοῦ θείου ἐκτυπώματος, ἐξαίφνης βίαιος ἄνεμος ἐγερθεὶς κατὰ τῶν ἀναφλεγόντων ταύτην ἀντέστρεψει, οὓς καὶ ἐμπυρίζουσα ἀπέστρεψε. Ταῦτα παθόντες μᾶλλον ἢ δράσαντες οἱ Πέρσαι, οὐχ ἅπαξ, ἀλλὰ δίς καὶ πολλάκις, μετ´ αἰσχύνης ἀπείρου ὑπεχώρησαν ἄπρακτοι. Ἐπεὶ δὲ πρὸς τὴν βασιλεύουσαν τῶν πόλεων πανταχόθεν συνεῤῥύη τὰ ἁγιώτατα καὶ κάλλιστα, ἦν δὲ ἄρα θεῖον βούλημα καὶ τὴν ἱερὰν ταύτην καὶ θείαν εἰκόνα μετὰ τῶν ἄλλων ἀποθησαυρισθῆναι καλῶν, ὁ τῶν Ῥωμαίων κυριαρχῶν Ῥωμανὸς ὁ Λακαπηνὸς σπούδασμα ποιεῖται κατευμοιρῆσαι ταύτης καὶ καταπλουτίσαι τὴν βασιλεύουσαν. Καὶ δὴ κατὰ διαφόρους καιροὺς ἐξαπέστειλε πρὸς τὴν Ἔδεσσαν μηδὲν ἀνύσας. Ὁ μὲν γὰρ ἐπέκειτο αὐτῶν, οἱ δὲ ἀνέδυον καὶ παρεκρούοντο. Καὶ τελευταῖον πεισθέντες ἐπένευσαν· ὁ γὰρ ἄναξ Ῥωμαίων τῇ ἐφέσει τοῦ τοιούτου καλοῦ πρὸς πάντα ὑπείξας τὰ παρ´ αὐτῶν προβαλλόμενα, καὶ δοὺς αὐτοῖς διακοσίους Σαρακηνοὺς καὶ ἀργύρου ἐπισήμου χιλιάδας δώδεκα, καὶ ἀσφαλισάμενος διὰ σφραγῖδος χρυσῆς τοῦ μὴ πολεμίως ἐπέρχεσθαι τὰ τῶν Ῥωμαίων στρατεύματα κατὰ τῶν τεσσάρων πόλεων ἐκείνων, μηδὲ ληΐζεσθαι ταύτας, ἐπέτυχε τῆς αἰτήσεως. Ἐπεὶ γὰρ συνεχωρεῖτο γενέσθαι καὶ παρεχώρησεν ὁ ἀμηρᾶς, λαβόντες οἱ ἐπίσκοποι, ὅ τε Σαμοσάτων καὶ ὁ τῆς Ἐδέσσης, καὶ ἕτεροί τινες τῶν εὐλαβῶν τὸ ἅγιον ἐκεῖνο ἀπεικόνισμα καὶ τὸ χριστόγραφον ἐπιστολίδιον εἴχοντο τῆς ὀδοῦ· καὶ πάλιν ἄπειρα ἐτελεῖτο θαύματα. Ὡς δὲ κατήντησαν ἐν τῷ τῶν Ὀπτιμάτων θέματι, ἐν τῷ τῆς Θεοτόκου ναῷ τῷ Εὐσεβίου λεγομένῳ, Πολλοὶ προσελθόντες μετὰ πίστεως ἀπὸ ποικίλων νόσων ἰάθησαν. Ἔνθα καί τις προσῆλθεν ὑπὸ δαίμονος ἐνοχλούμενος, καὶ τάδεοίονεὶ ἀπεφοίβασεν· Ἀπόλαβε, Κωνσταντινούπολις, δόξαν καὶ χαρὰν, καὶ σὺ, πορφυρογέννηττ, τὴν βασιλείαν σου. Καὶ παραυτὰ ἰάθη ὁ ἄνθρωπος. Τῇ δὲ ιε´ τοῦ Αὐγούστου μηνὸς, κατὰ τὸ ουνβʹ ἕτος τῆς τοῦ[. κόσμου γενέσεως, κατέλαβον τὸν ἐν Βλαχέρναις ναὸν τῆς ὑπεραγίας Θεοτόκου οἱ τὸ ἅγιον διακομιζόμενοι, ὃ καὶ σεβασμίως