Ancient Greek
1.185
Georgius Cedrenus, Compendium Historiarum 1.185
Unproofread scanNot analysed yet
Κυρίου ἐξ Ἰερουσαλήμ. Καὶ κρινεῖ ἀνὰ μέσον ἐθνῶν πολλῶν, καὶ ἐλέγξει λαὸν πολύν. Καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα. Καὶ οὐ λήψεται ἔθνος ἐπ´ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ετι πολεμεῖν.» Ὅτι δὲ τὸν μετὰ τὴν τοῦ Κυρίου παρουσίαν προσημαίνονται αῦτα καιρὸν, τὰ πράγματα σαφῶς μαρτυροῦσι. Πρὸ μὲν γὰρ τῆς Ῥωμαίων βασιλείας συχναὶ τῶν ἐθνῶν κατ´ ἀλλήλων ἐπαναστάσεις ἐγίνοντο, ἅτε δὴ καθ´ ἕκαστον ἔθνος τῆς βασιλείας μεμερισμένης· πάσης δὲ ἠγεμονίας εἰς Ῥωμαίους μετατεθείσης εἰρήνη βαθεῖα κατέσχε τὴν οἰκουμένην, ὡς μηκέτι ἔθνος κατ´ ἔθνος ἐπιστρατεύειν, ἀλλὰ τῇ γεωργίᾳ προσέχειν. Οὐκοῦν μάλα δείκνυται σαφῶς τὸ τῆς προῤῥήσεως τέλος. Διὸ καὶ Δανιὴλ προφητεύει λέγων· «Καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγων τοῦ ἀποκριθῆναι, καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως Χριστοῦ ἡγουμένου ἑβδομάδας ζʹ καὶ ἑβδομάδας ἔβʹ·» αἱ συμπληροῦσιν ἔτη υπγ´, ὅσα τὰ τῆς ἀρχῆς ὑπάρχει πῶν χριστῶν ἡγουμένων, ὧν τελευταίου Ὑρκανοῦ ὑπὸ Πάρθων αἰχμαλωτισθέντος Ἡρώδης ἀπὸ Αὐγούστου παραλαμβάνει τὴν βασιλείαν, μεθ´ ὃν οἱ τούτου παῖδες μέχρι τῆς ὑστάτης Ἱεροσολύμων πολιορκίας. Οὐκέτι γὰρ ἐκ διαδοχῆς τοῦ ἀρχιερατικοῦ γένους τῶν Ἰουδαίων καὶ Ἀσαμονέων ἤτοι Μακκαβαίων, ὥς φησιν Ἰώσηπος, ἱερῶνται τῷ Θεῷ, ἀλλ´ ἄσημοί τινες, οἱ μὲν ἐνιαύσιοι, οἱ δὲ ἐπὶ λόγῳ, παρὰ τῶν Ῥωμαίων τὴν ἱερωσύνην ὠνούμενοι. Διὸ καὶ Δανιὴλ προφητεύει λέγων· [Ρ.] «Καὶ μετὰ τὰς ἐπτὰ καὶ ἑξήκοντα δύο ἑβδομάδας ἐξολοθρευθήσεται χρίσμα. καὶ κρῖμα οὐκ ἔσται,» καὶ τὰ ἑξῆς. Διέλῃς δὲ τὰς ξυ´ ἑβδομάδας οὕτως· τὰς μὲν ἑπτὰ μετὰ τὴν ἐπάνοδον τῆς αἰχμαλωσίας ἕως τῆς οἰκοδομῆς τοῦ ναοῦ, τὰς δὲ ξβʹ συναπτομένας ταῖς ζʹ εἰς τὸν χρόνον ὃν κατέσχον οἱ χριστοὶ ἡγούμενοι, τὴν δὲ μίαν ἐβδομάδα, καθ´ ἣν ὁ Κύριος ἐκήρυξε τὴν καινὴν διαθήκην, ἠς ἑβδομάδος ἐν τῷ ἡμίσει ἦλθεν ἐπὶ τὸ σωτήριον πάθος, καὶ ἤρθη ἐκ μέσου ἡ διὰ Μωϋσέως παραδεδομένη διαθήκη. Καὶ αὖθις· «Καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία, καὶ ἐν τῷ ἡμίσει τῆς ἐβδομάδος, ἀρθήσεται θυσία καὶ σπονδή. Καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα ἐρημώσεως συντελείᾳ δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν Ἱερουσαλήμ.» Καὶ τὰ λοιπὰ εὑρήσεις ἐν τῇ βασιλείᾳ Τίτου. Ὁ γοῦν Αὔγουστος τὴν ἐξ Ἰταλίας συναθροίσας δύναμιν κάτεισιν ἐπὶ Ἀντώνιον. Καὶ συμβολῆς γενομένης ἡττᾶται Ἀντώνιος, καὶ φεύγει μετὰ τῆς Κλεοπάτρας εἰς Αἴγυπτον. Καὶ ὁ μὲν Ἀντώνιος ἑαυτὸν διεχειρίσατο, ἡ δὲ Κλεοπάτρα εὐλαβουμένη πὸν ἐν τῇ Ῥώμῃ θρίαμβον συσχεθεῖσα, ἀσπίδι τῷ θηρίῳ ἑαυτὴν προσενεγκαμένη τελευτᾷ. Ἥλιος δὲ καὶ Σελήνη τὰ τέκνα αὐτῶν συσχεθέντα προσήχθησαν τῷ θριάμβῳ Ῥώμης. Ἐπὶ τούτου τοῦ Αὐγούστου, ὥς φησιν Εὐσέβιος σοῦ Παμφίλου, ἀρχὴν ἡ τετάρτη λαμβάνει βασιλεία, ἥν ὁ Δανιὴλ ἐν τῇ τῶν τεσσάρων θηρίων ὀπτασίᾳ τέταρτον θηρίον φοβερὸν ὀνομάζει. Τότε πρῶτον ἐπὶ τῆς δ´ βασιλείας ἐμονάρχησεν Αὔγουστος, ὅτε καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν ἐκ γυναικὸς