Ancient Greek
1.192
Georgius Cedrenus, Compendium Historiarum 1.192
Unproofread scanNot analysed yet
πρὸ αὐτῆς κατὰ τὴν σύνοδον αὐτὴν ἀποβῆναι· πῶς οὖν ἔκλειψις νομισθείη κατὰ διάμετρον σχεδὸν ὑπαρχούσης τῆς σελήνης ἡλίῳ; Ἔστω δὲ συναρμόζον πολλοῖς τὸ γεγενημένον, καὶ κοσμικὸν τέρας ἡλίου ἔκλειψις ὑπονοείσθω ἔκ γε τῆς κατὰ τὴν ὄψιν πλάνης. Τίς δὲ ἡ κοινωνία σεισμῷ καὶ ἐκλείψει πέτραις τε ῥηγνυμέναις καὶ ἀναστάσει νεκρῶν, τοσαύτη τε κίνησις κοσμική; Ἐν γοῦν τῷ μακρῷ χρόνῳ τοιοῦτόν τι συμβὰν οὐ μέμνηταί τις. Ἀλλ´ ἧν σκότος θεοποίητον, διότι τῇδε τῇ ἡμέρᾳ τὸν Κύριον συνέβη παθεῖν. Καὶ ὁ λόγος ἀληθέστατος, καὶ ὁ χρόνος τοῦ σωτηρίου πάθους παρὰ Ῥωμαίοις μᾶλλον σεσημείωται· ἐν γὰρ τῇ Γεμίνου ὑπατείᾳ πεπονθέναι αὐτὸν ἐσημειώσαντο, ἤτις γέγονεν ἐν τῷ αʹ τῆς σῤʹ Ὁλυμπιάδος. Τεκμήριον δ´ ἂν γένοιτο τοῦ κατὰ τόδε τὸ ἔτος πεπονθέναι τὸν Σωτῆρα ἡμῶν ἡ τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου μαρτυρία, ἥτις μετὰ τὸ ιεʹ ἔτος Τιβερίου τριετῆ χρόνον τῆς διδασκαλίας αὐτοῦ διαγενέσθαι μαρτυρεῖ. Ὅτι ἐν τῷ λγ ἔτει Ἐρώδου Κυρήνιος ὑπὸ τῆς συγκλήτου βουλῆς ἀπεσταλμένος εἰς τὴν Ἰουδαίαν ἀπογραφὰς ἐποιήσατο τῶν οὐσιῶν καὶ τῶν οἰκητόρων. Ἐν τῷ αὐτῷ δὲ ἔτει Ἰησοῦς Χριστὸς ὁ Θεὸς ἡμῶν ἐν Βηθλεὲμ τῆς Ἰουδαίας γεννᾶται Ὁμοῦ συνάγεται ἀπὸ Ἀβραὰμ ἐπὶ τὴν Χριστοῦ γέννησιν ἔτη βρεʹ. Ὅτι Ἡρώδης ὕδρωπι δεινῷ πιεσθεὶς σκώληκάς τε ἐκβράσας ἀπὸ τοῦ σώματος καταστρέφει τὸν βίον. Αὔγουστος δὲ μετὰ θάνατον Ἡρώδου Ἀρχέλαον μὲν τὸν υἱὸν Ἡρώδου Ἰουδαίων ἐθνάρχην κατέστησε, δοὺς αὐτῷ τὰ περὶ Ἱεροσόλυμα ὅρια, καὶ Σαμαρέων τὸ ἔθνος, καὶ Σεβαστὴν καὶ Καισάρειαν, καὶ Ἰόππην, καὶ Ἀντιπατρίδα, καὶ Λύδαν, καὶ τὸ πεδίον· Φιλίππῳ δὲ τὰ περὶ τὴν νῦν Πανεάδα, καὶ Βαταναίαν, καὶ Τράχωνα, καὶ τὴν Ἀκραβατίνην, καὶ Γαυλανῖτιν, καὶ Γάλαθα, ἔνθα ἦν Γαμάλα πόλις· Ἡρώδῃ δὲ τὴν Καλιλαίαν, καὶ τὸ ὑπὸ τὴν Πάρναν πεδίον, καὶ Νάρβαθον, καὶ τὴν Περαίαν. Οὗτος ἔκτισε Τιβεριάδα· τῷ δὲ Λυσανίᾳ τὴν Ἰδουμαίαν καὶ Ζιφηνὴν, καὶ τὰ ταύτης χωρία, καὶ Ἀβιληνήν. Γίνονται ἴΡ. θΟ] οὖν ἀπὸ Ἀδὰμἕως τοῦ κατακλυσμοῦ ἕτη δισχίλια σμβʹ, καὶ ἀπὸ τοῦ κατακλυσμοῦ ἕως τοῦ Φάλεκ καὶ τῆς πυργοποιίας ἔτη φληʹ, καὶ ἀπὸ τοῦ Φάλεκ καὶ τῆς πυργοποιίας ἕως ἦλθεν Ἀβραὰμ εἰς γῆν Χαναὰν ἔτη χιςʹ, καὶ ἀπὸ Ἀβραὰμ ἕως τῆς τελευτῆς Ἰησοῦ υἱοῦ Ναυῆ ἕτη φκςʹ, καὶ ἀπὸ τῆς τελευτῆς Ἰησοῦ ἕως παρέλαβε Δαβὶδ τὴν βασιλείαν τῆς Ἰουδαίας ἔτη υπ´, καὶ ἀπὸ Δαβὶδ ἕως Σεδεκίου κἱοῆ Ἰεχονίου καὶ τῆς ἐκ Βαβυλῶνος μετοικεσίας ἔτη υμη´ καὶ ἀπὸ τῆς μετοικεσίας ἕως ὗοροβάβελ, ἐπὶ