Ancient Greek
1.20
Georgius Cedrenus, Compendium Historiarum 1.20
Unproofread scanNot analysed yet
καὶ Μαξιμῖνον τοὺς τυράννους κατέληξε, καὶ ὁ ὁμολογητὴς Θεοφάνης τὸ ἐκείνου τέλος ἀρχὴν ποιησάμενος οἰκείαν ἄχρι τοῦ τέλους Νικηφόρου τοῦ ἀπὸ γενικοῦ κατήντησε. Μετὰ δὲ τοῦτον καὶ ἄλλοι ἐπεχείρησαν, οἷον ὁ Σικελιώτης καὶ ὁ ὑπέρτιμος Ψελλὸς καὶ ἕτεροι σὺν τούτοις. Ἀλλὰ τῆς ἀκριβείας ἀποπεπτώκασιν, ἀπαρίθμησιν μόνην ποιησάμενοι τῶν βασιλέων καὶ διδάξαντες τίς μετὰ τίνα γέγονεν ἐγκρατὴς, καὶ πλέον οὐδέν. Ὁ γὰρ Δαφνοπάτης [Ρ. ἂ] Θεόδωρος, Νκήτας ὁ Παφλαγών, καὶ οἶ λοιποὶ Βυζάντιοι, Νικηφόρος τε διάκονος ὁ Φρὺξ, Λέων ὁ Καρίας, Θεόδωρος ὁ Σίδης, καὶ ὁ τούτου ὁμώνυμος Σεβαστείας, καὶ ὁ Κυζίκου Δημήτριος, καὶ ὁ μοναχὸς Ἰωάννης, οἰκείαν ἕκαστος ὑπόθεσιν προστησάμενοι, ὁ μὲν ἔπαινον φέρε εἰπεῖν βασιλέως, ὁ δὲ ψόγον πατριάρχου, ἕτερος δὲ φίλου ἐγκώμιον, πόῤῥω τῆς τῶν εἰρημένων ἀνδρῶν διανοίας ἀποπεπτώκασι καὶ πρὸς ἀλλήλους διηνέχθησαν. Ὁ δὲ πρωτοβεστιάριος