Ancient Greek
1.200
Georgius Cedrenus, Compendium Historiarum 1.200
Unproofread scanNot analysed yet
Οὕτος πόλιν ἔκτισεν, ἐπὶ τῷ ἰδίῳ ὀνόματι καλέσας αὐτὴν Κλαυδίου πόλιν, καὶ Ἰουδαίους τῆς Ῥὼ. Κμης ἀπήλασεν. Ἐπὶ τούτου κατὰ τὴν ἑορτὴν τοῦ Πάσχα συγχύσεως γενομένης ἐν Ἱεροσολύμοις μόνοι πατηθέντες καὶ ἀποθανόντες εὑρέθησαν τρισμύριοι. Οὗτος οὐ μόνον Ἰουδαίους ἐτυράννει, ἀλλὰ καὶ πάντας τοὺς ἐν Ῥώμῃ ἐπισήμους ἀναιρῶν ἐλάμβανεν καὐτῶν τὰς οὐσίας. Πρὸς τούτοις [Ρ. θβ] καὶ δουλοκρατίαν νομοθετήσας ἐπέτρεψε κατηγορεῖν τῶν δεσποτῶν, εἰ τι συνίδοιεν αὐτοῖς πλημμέλημα. Κἀντεῦθεν δεινὴ συμφορὰ κατειλήφει τὴν οἰκουμένην πᾶσαν, τῶν οἰκετῶν μεγάλαις τιμωρίαις ὑποβαλλόντων τοὺς δεσπότας. Οὐ μὴν ἀλλὰ καὶ εἰς μανίαν ἐκτραπεὶς ἄθεσμά τινα διεπράττετο. Φονεύσας δὲ τοὺς φονεῖς Γαΐου ἀνῃρέθη ὑπὸ τῆς ἰδίας γυναικὸς φαρμάκῳ Ἐπὶ τούτου Ἰάκωβος ὁ Ζεβεδαίου ἐμαρτύρησε, καὶ Μάρκος δὲ ὁ εὐαγγελιστὴς τὸ κατ´ αὐτὸν Εὐαγγέλιον προτροπῇ Πέτρου συνεγράψατο, καὶ ἐν Αἰγύπτῳ σταλεὶς ὑπ´ αὐτοῦ, πρῶτος Ἐκκλησίαν πηξάμενος, πολλὰ μοναστήρια συνεστήσατο, ἅπερ σεμνεῖα τότε προσηγορεύθησαν, καθώς φησιν Εὐσέβιος ὁ Παμφίλου, ὅτι Μάρκον πρῶτον ἴσμεν ἐν Αἰγύπτῳ τὸ Εὐαγγέλιον συγγεγραφέναι καὶ Ἐκκλησίαν πρῶτον ἐπ´ αὐτῆς Ἀλεξανδρείας συστήσασθαι. Τοσαύτη δὲ τῶν αὐτόθι πεπιστευκότων πληθὺς ἀνδρῶν τε καὶ γυναικῶν ἐκ πρώτης ἐπιβολῆς συνέστη δι´ ἀσκήσεως φιλοσοφωτάτης καὶ σφοδροτάτης, ὡς καὶ συγγραφῆς ἀξιῶσαι τὰς διατριβάς τε καὶ συνελεύσεις καὶ πᾶσαν ἄλλην τοῦ ἀρίστου βίου διαγωγὴν Φίλωνα τὸν σοφώτατον, ὡς καὶ αὐτόπτην τοῦ ἀποστόλου Πέτρου καὶ αὐτήκοον καὶ συνόμιλον ἐν Ῥώμῃ Κγενόμενον. Τῶν γὰρ παρ´ ἡμῶν ἀσκητῶν ἀποδεχόμενος τὸν βίον, ἐκθειάζει σφόδρα καὶ σεμνύνει τοὺς κατ´ αὐτὸν ἀποστολικοὺς ἄνδρας, ἐξ Ἐβραίων, ὡς ἔοικε, γεγονότας καὶ τῶν Ἐσσαίων τὴν ἄσκησιν καὶ πολιτείαν εὖ μάλα προακοντισθέντων, ἥτις γε τῶν Γραμματέων καὶ Φαρισαίων τὴν δικαιοσύνην ἐξ ἐπιμέτρου διενέστηκεν. Ἀπὸ γὰρ Ἰωναδὰμ υἱοῦ Ῥιχὰβ καταγόμενοι οὗτοι τὴν πανάρεστον ἀκτημοσύνην, καὶ δικαιοσύνην, καὶ σωφροσύνην, καὶ σκληραγωγίαν ἐπέτειναν, καθώς φησι καὶ Ἰώσηπος περὶ