Ancient Greek
1.206
Georgius Cedrenus, Compendium Historiarum 1.206
Unproofread scanNot analysed yet
καὶ καθεύδων τὰ τῆς σωφροσύνης καὶ ἐγκρατείας ἐδήλου σημεῖα. Εἰώθει γὰρ τῇ μὲν λαιᾷ χειρὶ τὰ αἰδοῖα κατέχειν, τῇ δεξιᾷ δὲ τὰ χείλη συνέχειν, ὑπεμφαίνων ὡς πολλῷ μεῖζόν ἐστιν ἡ ἀγωνία τῆς γλώττης καὶ πλείονος ἐπικουρίας εἰς ἀσφάλειαν δεῖται. Καὶ τὸν Χείρωνα δὲ Κένταυρον ἰστοροῦσιν Ἔλληνες δικαιοσύνης καὶ ἁγνείας γενέσθαι διδάσκαλον, ὡς καὶ Ὅμηρος μαρτυρεῖ τοῦτον δικαιότατον πεφηνέναι Κενταύρων, διὰ πολλὴν δήπουθεν καρτερίαν καὶ ἐγκράτειαν καὶ σώματος δουλαγωγίαν καὶ σύμμετρον ἐπιμέλειαν. Ὅθεν δὴ Πλάτων ἐναργῶς αὖθις ἐκδιδάσκων φησίν· Ἐπιμελεῖσθαι δὲ σώματος ψυχῆς ἕνεκα ἀρμονίας, δι´ οὗ βιοῦν τε ἔστι καὶ ὀρθῶς βιοῦν, καὶ καταγγέλλειν τῆς ἀληθείας τὸ κήρυγμα. Τοῦτο καὶ ὁθεῖος ἔφη Παῦλος· «Ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ,» τουτέστι πρὸς ἄσκησιν καὶ σύστασιν αὐτὸ μετ´ ἐπιστήμης καὶ φρονήσεως γυμνάζω, καὶ πρὸς τὴν τῶν κρειττόνων συνεργίαν, οὐ πρὸς ἀσέλγειαν προνοούμενος. Συμπεφώνηκε τοίνυν καὶ τούτοις ὁ Πλάτων εὖ μάλα τοῖς ἡμετέροις, τὴν ἀναγκαίαν καὶ δέουσαν ἐπιμέλειαν ποιεῖσθαι παρεγυήσας τοῦ σώματος. Ὑπέδειξέ τε πάλιν καὶ διεσάφησεν ὅπως ἄρχεται καὶ αὔξεται τῆς φαύλης ἐπιθυμίας καὶ κακίστης συνηθείας τὸ πάθος, φάσκων οὕτως ἀρχὴ μὲν ἔρωτος ὅρασις, αὔξει δὲ τὸ πάθος ἐλπὶς, τρέφει δὲ μνήμη, τηρεῖ δὲ συνήθεια Διὸ καὶ Σωκράτης τὰ βλέμματα καὶ τὰ φιλήμασα τῶν εὐμόρφων ὡς χαλεπώτερον σκορπίων καὶ ὄφεων ἰὸν ἐνιέναι πεφυκότα ἀποφεύγειν ἐδίδασκεν. Ὅθεν νδών τινανέον φιλήσαντα εὔοπτον, «Οὐτος, ἔφη, ῥᾳδίως ἂν καὶ εἰς μαχαίρας κυβιστήσῃ καὶ εἰς πῦρ ἐμπέσῃ,» ὁ τοσαύτην δηλονότι πυρὰν ἐν ἑαυτῷ κατατολμήσας ἀνάψαι. Διογένης δὲ θεασάμενος μειράκιον ἀσελγέστερον ἢ κατ´ ἄνδρα κεκοσμημένον εἶπεν «Εἰ μὲν πρὸς ἄνδρας, ἀτυχεῖς, εἰ δὲ πρὸς γυναῖκας, ἀδικεῖς.» Θηρῶσι διὰ τοῦ καλλωπισμοῦ οἱ μὲν ἄνδρες τὰς γυναῖκας, αἱ δὲ γυναῖκες καὶ οἱ ἀνδρόγυνοι τοὺς ἄνδρας. Καὶ μέντοι καὶ Ἀγησίλαος εὐμόρφου ἤρα παιδὸς, καὶ βουλόμενος αὐτὸν φιλῆσαι διεκώλυεν ἑαυτὸν, φεύγων τὴν βλάβην, Ὁ δὲ Ἀλέξανδρος οὐδὲ ἰδεῖν τὰς Δαρείου θυγατέρας εὐειδεῖς ἄγαν καὶ παρθένους οὔσας ἠνέσχετο παντελῶς, αἰσχρὸν νομίσας [Ρ. ΖθΕ] τὸν ἄνδρας ἑλόντα ὑπὸ γυναικῶν ἡττηθῆναι. Οὕτω δὲ καὶ Κῦρος ὁ Περσῶν βασιλεὺς οὐδὲ θεάσασθαι κόρην τινὰ θαυμασίαν ἀφορισθεῖσαν αὐτῶ καὶ ἀμήχανον κάλλος ἔχειν μαρτυρουμένην κατεδέξατο, ἀλλά γε καὶ τῷ ὁρῶντι συνεχῶς καὶ μηδὲν ἑκ τούτου δεινὸν πάσχειν λέγοντι παρῄνει μήτε λέγειν τοῦτο μήτε πράττειν. «Τὸ μὲν γὰρ πῦρ, φησί, τοὺς πλησίον πάντη ἑστῶτας καίει, τὸ δὲ κάλλος καὶ τοὺς πόρρωθεν ἑστῶτας.» Ἐπεὶ οὖν τὸ ἐρᾷν ἐκ τοῦ ὁρᾶν τίκτεται καὶ ἐκ τοῦ ἐρᾷν ἡ συγκατάθεσις νίνεται καὶ ἐκ τῆς συγκαταθέσεως ἡ πρᾶξις ἐπιτελεῖται, διὰ τοῦτο καὶ ὁ Χριστὸς τὸν ἀκολάστως ἑστιῶντα τὰς ὄψεις μοιχὸν ἔκρινεν, οὐ τὴν πρᾶξιν μόνην, ἀλλὰ καὶ τὴν ἔννοιαν προαναστέλλων. Καὶ ὁ Σωκράτης δὲ πάλιν φυλάττεσθαι σφόδρα καὶ παρατηρεῖσθαι τὴν ἀκρασίαν διδάσκων ἔφη μὴ πεινῶντας λίαν μὴ ἐσθίειν, μηδὲ διψῶντας πολλὰ μὴ πίνειν· καὶ γὰρ ὁ κόριος ἐμακάρισε τοὺς τοιούτους ἐν τοῖς μακαρισμοῖς,