Ancient Greek
1.22
Georgius Cedrenus, Compendium Historiarum 1.22
Unproofread scanNot analysed yet
τῆς κτίσεως, λέγων «Καὶ εἶπεν ὁ Θεὸς, Γενηθήτω φῶς.» Ἰστέον οὖν ὅτι πᾶν ὃ ἦν πρὸ τῆς σοῦ κόσμου τούτου συστήσεως, ἐν φωτὶ ἦν· οὔτε γὰρ αἱ τῶν ἀγγέλων χορεῖαι ἐν σκότει διῆγον, οὔτε πᾶσαι αἱ ἐπουράνιοι στρατιαί· ἀλλ´ ἑν τῷ φωτὶ καὶ πάσῃ εὐφροσύνῃ πνευματικῇ τὴν πρέπουσαν αὐταῖς λειτουργίαν ἐκπληροῦσαι. Τὸ γὰρ σκότος ἐκ τῆς τοῦ οὐρανοῦ ἐφαπλώσεως καὶ τὰ ὑπὸ τούτου σκεπόμενα γέγονεν. Ἐπὶ τούτων τοίνυν εἶπεν ὁ Θεός· «Γενηθήτω φῶς·» καὶ ἐγένετο φῶς· ἐχωρίσθη γὰρ ἀπὸ τοῦ σκότους, καὶ ἡμέρα ὡνομάσθη παρὰ τοῦ Δημιουργοῦ. Ἡ πρώτη ἐστὶ τοῦ παρ´ Ἑβραίοις λεχομένου Κισὰν τοῦ πρώτου μηνός, [ʹ. ὅ] εἰκοστὴ δὲ πέμπτη τοῦ παρὰ Ῥωμαίοις Μαρτίου μηνὸς, παρὰ δὲ Αἰγυπτίοις ζʹ Φαμενὼ τοῦ κθʹ καλουμένου παρ´ αὐτοῖς μηνός. Ἐν ταύτῃ καὶ Γαβριὴλ τὸν ἀσπασμὸν επὶ τῇ θείᾳ συλλήψει τοῦ Σωτῆρος ἡμῶν Θεοῦ τῇ παναχράντῳ Θεοτόκῳ ἐφθέγξατο. Ἐν ταύτη καὶ ὁ μονογενής Υἱὸς τοῦ Πατρὸς μετὰ τὴν ἐξ αὐτῆς ἄῤῥητον γέννησιν πᾶσαν πληρώσας οἰκονομίαν ἐκ νεκρων ἀνέστη· ἥνπερ καὶ Κυριακὸν Πάσχα οἱ ἅγιοι Πατέρες ὡνόμασαν, ἀρχὴν λαβόντες κατὰ τὴν αὐτὴν ἁγίαν τὴς ζωηφόρου ἀναστάσεως ἡμέραν τοῦ πεντακισχιλιοστοῦ πεντακοσιοστοῦ τριακοσῦτο ἐννάτου ἔτους ἀπὸ κτίσεως κόσμου. Καί τινες δὲ τῶν ἁγίων θεοφόρων Πατέρων ἐν τῇ αὐτῇ ἔφασαν τῇ ἡμέρᾳ, δηλονότι τοῦ Μαρτίου μηνὸς, καὶ τὴν ἐπὶ γῆς δευτέραν τοῦ Υἱοῦ καὶ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν γενήσεσθαι παρουσίαν, ἐν ᾗ κρινεῖ πᾶσαν πνοήν, ὡς τοῦ μέλλοντος αἰῶνος ἀπ´ αὐτῆς πάλιν τὴν ἀρχὴν λαμβάνοντος. Ὅτι ἐν αὐτῇ τῆ πρώτῃ ἡμέρᾳ, ἥτις ἦν Κυριακὴ, ἤγουν τῇ μιᾷ τῶν Σαββάτων ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, πνεῦμα καὶ φῶς καὶ νυχθήμερονα ἐκ τοῦ συμβεβηκότος)