Ancient Greek
1.221
Georgius Cedrenus, Compendium Historiarum 1.221
Unproofread scanNot analysed yet
ὑπὲρ τὴν πρώτην, λέγει Κύριος. Ὡσπερ τοίνυν Σολομῶν τῆς πρώτης οἰκοδομῆς τοῦ ναοῦ γέγονε δομήτωρ, οὕτω Ζοροβάβελ τῆς δευτέρας καὶ ἐσχάτης. Φησὶ γὰρ Ζαχαρίας· Αἰ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν. Εἰ μὲν οὖν ἔμελλε πάλιν ἀναστήσεσθαι. εἶπεν ἂν ὁ προφήτης, Καὶ ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὰ ἔμπροσθεν. Τῷ δὲ εἰπεῖν, Ὑπὲρ τὴν πρώτην, τὴν δευτέραν ἐσχάτην ὑπέφηνε καὶ τελευταίαν. Ὡς γὰρ οὐκ ἔστι τῆς πρώτης προ τέρα, οὕτως οὐδὲ τῆς ἐσχάτης ἐσχατωτέρα. Ὅστε αὖν εἰ μὲν εἰπεν, Ἡ δευτέρα ὑπὲρ τὴν πρώτην, εἰκὸς ἦν καὶ τρίτην οἰκοδομὴν προσδοκᾷν· εἰ δὲ τὴν δευτέραν ἐσχάτην ἐκάλεσε, τελευταίαν ἐκείνην οἰκοδομὴν προφανῶς τῆς τε πόλεως καὶ τοῦ ναοῦ παρεδήλωσε. Καὶ μάτην ἀπατᾶσθε, ὧ Ἰουδαῖοι, τὴν παλιγγενεσίαν τούτων μετὰ τὴν Οὐεσπασιανοῦ καὶ Τίτου καθαίρεσιν ἀποκαραδοκοῦντες. Ἀλλὰ μὴν καὶ ὁ ἱεροψάλτης Δαβὶδ πρὸ τούτων ἐκ προσώπου τῆς αἰχμαλώσεώς φησιν· Ἐπὶ τὸν ποταμὸν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τὴν Σιὼν, καὶ ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶσοἱαἰχμαλωτεύσαντες ἡμᾶς ὕμνους. Καὶ ἐπάγει ἑτέρωθεν ἐπὶ τῆς πόλεως λέγων· Οἰκοδομῶν Ἱερουσαλὴμ ὁ Κύριος τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπισυνάξει. Καὶ πάλικρὲκ προσώπου τοῦ λαοῦ φάσκει· Ἑν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται Ἰακὼβ καὶ εὐφρανθήσεται Ἰσραήλ. Οὐκοῦν ὑμεῖς πολὺ πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς μήτε τὴν ἑν αὐταῖς μυστικὴν καὶ θεόπνευστον πρόρρησιν. Περὶ δὲ τῆς ἐσχάτης αἰχμαλωσίας ταύτης οὔτε χρόνον ὥρισεν ὁ Θεὸς οὔτε ἀποκατάστασιν ἐδήλωσεν ὁ προφήτης, ἀλλὰ τὴν μὲν αἰχμαλωσίαν καὶ τὴν τῆς βασιλείας ὑμῶν κατάπαυσιν καὶ τὴν τῆς πόλεως ἐρήμωσιν πάντες οἱ προφῆται προανήγγειλαν, τὴν δὲ ἐπάνοδον καὶ τὴν τῆς πόλεως ἀνόρθωσιν οὐδαμῶς, πλὴν μόνον τὸν παντελῆ ταύτης ἀφανισμὸν καὶ τὸν ὄλεθρον ὑμῶν καὶ τὴν διηνεκῆ Ρ. Ζδα] τιμωρίαν καὶ διασπορὰν εἰς πάντα τὰ ἔθνη. Φησὶ γὰρ ὁ ἀρχάγγελος πρὸς τὸν Δανιήλ· «Ἐξολοθρευθήσεται χρίσμα, καὶ κρῖμα οὐκ ἔσται, καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐπερχομένῳ, καὶ ἐκκοπήσονται ὡς ἐν κατακλυσμῷ, καὶ ἀρθήσεται θυσία καὶ σπονδὴ, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα ἐρημώσεως συντέλεια δοθήσεται,» Διὰ μὲν γὰρ τοῦ χρίσματος τὴν ἱερωσύνην ἐδήλωσε, διὰ δὲ τοῦ κρίματος, τὴν βασιλικὴν καὶ πολιτικὴν κατάστασιν καὶ τῶν ἄλλων ἁπάντων τὴν ἀναίρεσιν ὑπέφηνε, διὰ δὲ τοῦ κατακλυσμοῦ καὶ τῆς ἐκκοπῆς καὶ τῆς συντελείας τὴν ἄρδην ἔκπτωσιν καὶ πανωλεθρίαν ἐσήμανεν. Ὅταν οὐν ἀκούῃς, ὦ Ἰουδαῖε τυφλὲ, συντέλειαν, τί λοιπὸν ἕτερον προσδοκᾷς; Εἰ δὲ ἀναγινώσκων οὐκ ἐπιγινώσκεις, ὥσπερ οὖν οὐδὲ ἐπιγινώσκεις ὄντως, περὶ τῆς ἀπροσδοκήτου σου ἀνακλήσεως, καὶ διὰ τοῦτο πρὸς τὴν ἀλήθειαν ἀπομαχόμενος οὐ νοεῖς, ἄκουσον ἐν παρεκβάσει τὰς φωνὰς τῶν προφητῶν, καὶ παῦσαι τοῦ λοιποῦ φιλονεικῶν καὶ ἀνοηταίνων. Ὁ προφήτης Ὡσηὲ οὔτως λέγει·