Ancient Greek
1.229
Georgius Cedrenus, Compendium Historiarum 1.229
Unproofread scanNot analysed yet
τέστι τοὺς παραβαίνοντας τῶν Ἰουδαίων· ἀπάξουσιν ἐν ὀλισθήμασι μεθ´ ἑαυτῶν καὶ μεταστήσουσι, καὶ λαὸς γινώσκων τὸν Θεὸν αὐτοῦ κατισχύσουσιὰ ἐπὶ τῶν Μακκαβαίων λέγων καὶ τὰ ἐπὶ Ἰούδα καὶ Σίμωνος καὶ Ἰωάννου), καὶ οἱ συνετοὶ λαοῦ συνήσουσιν εἰς πολλά. Καὶ ἀσθενήσουσιν ἐν ῥομφαίᾳ καὶ ἐν φλογί τὸν ἐμπρησμὸν τῆς πόλεως ἐξηγούμενος, πάλιν, καὶ ἐν αἰχμαλωσίᾳ καὶ ἐν διαρπαγῇ ἡμερῶν, καὶ ἐν τῶ ἀσθενῆσαι αὐτοὺς βοηθήσονται βοήθειαν μικρὰν, ἐμφαίνων ὅτι μεταξὺ τῶν κακῶν ἐκείνων δυνήσονται ἀναπνεῦσαι καὶ ἀνενεγκεῖν ἐκ τῶν κατειλῃοότων αὐτοὺς δεινῶν, καὶ προστεθήσονται πρὸς αὐτοὺς πολλοὶ ἐν ὀλισθήμασι, καὶ ἀπὸ τῶν συνιόντων ἀσθενήσουσι δεικνὺς ὅτι πολλοὶ καὶ τῶν ἑστώτων πεσοῦνται. Εἶτα καὶ τὴν αἰτίαν δι´ ἣν συνεχώρησεν αὐτοὺς ὁ Θεὸς ἐν τοσούτοις κακοῖς γίνεσθαι. Τίς δὲ αὕτη; Τοῦ πυρῶσαι, φησίν, ἐν αὐτοῖς καὶ τοῦ ἐκλέξασθαι καὶ τοῦ ἐκλευκᾶναι ἕως καιροῦ πέρας. Ταῦτα γὰρ, φησὶν, ὁ Θεὸς συνεχώρησεν ὥστε αὐτοὺς ἐκκαθᾶραι καὶ δεῖξαι τοὺς ἐν αὐτοῖς δοκίμους. Εἶτα διηγούμενος αὐτοῦ ἐκείνου τὴν δύναμιν ἔφη· Καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ, καὶ ὑψωθήσεται καὶ μεγαλυνθήσεται. Καὶ μέντοι καὶ τὴν βλάσφημον αὐτοῦ γνώ. μην λέγων προσέθηκεν ὅτι ἐπὶ τὸν Θεὸν τῶν θεῶν λαλήσει ὑπέρογκα καὶ κατευθυνεῖ μέχρι συντελεσθῆναι τὴν ὀργὴν, δεικνὺς ὅτι οὐκ ἀπὸ τῆς οἰκείας γνώμης, ἀλλὰ διὰ τὴν ὀργὴν τοῦ Θεοῦ τὴν κατὰ τῶν Ἰουδαίων οὕτως ἐκεῖνος ἐκράτει καὶ ἴσχυεν. Εἰπών οὖν δι´ ἑτέρων πλειόνων ὅσα κακὰ ἐργάσεται τὴν Αἴγυπτον καὶ τὴν Παλαιστίνην, καὶ πῶς ἐπανήξει καὶ τίνος καλοῦντος, καὶ ποίας αἰτίας καταναγκαζούσης λέγει λοιπὸν καὶ τὴν μεταβολὴν τῶν πραγμάτων τούτων, καὶ ὅτι δίκην δόντες οἱ Ἰουδαῖοι διὰ τούτων ἀπάντων τεύξονταί τινος ἀντιλήψεως, ἀγγέλου πεμφθέντος εἰς τὴν ἐκείνων βοήθειαν· Ἐν τῷ καιρῷ γὰρ, φησὶν, ἐκείνῳ ἀναστήσεται Μιχαὴλ ὁ μέγας ἄρχων, ὁ ἐφεστηκὼς ἐπὶ τοὺς υἱοὺς τοῦ λαοῦ σου. Καὶ ἔσται καιρὸς θλίψεως οἷος οὐ γέγονεν ἀφ´ οὗ γεγένηται ἔθνος ἐπὶ τῆς γῆς καὶ ἕως τοῦ καιροῦ ἐκείνου. Καὶ ἐν τῷ καιρῷ ἐκείνῳ σωθήσεται λαὸς πολὺς ὁ γεγραμμένος ἐν τῇ βίβλῳ, τουτέστιν οἱ σωτηρίας ὄντες ἄξιοι. Ἀλλὰ τὸ ζητούμενον οὕπω καὶ νῦν ἀποδέδεικται. Τί δὴ τοῦτό ἐστιν; Ὅτι καὶ χρόνους ὥρισεν ἐν τοῖς κακοῖς τούτοις, ὥσπερ ἐκεῖ ἔτη τετρακόσια, καὶ μετὰ ταῦτα ἑβδομήκοντα. Ἵδωμεν τοίνυν καὶ ἐνταῦθα εἴ τινα χρόνον ὁρίζει. Ποῦ δὴ τοῦτο ἔστιν εὐρεῖν; Ἐν τοῖς μετὰ ταῦτα λεχθησομένοις. Ἐπειδὴ γὰρ τὰ πολλὰ καὶ μεγάλα ἥκουσε κακὰ, τὸν ἐμπρησμὸν τῆς [ὶ] πόλεως, τὴν ἀνατροπὴν τοῦ νόμου, τὴν αἰχμαλωσίαν, ἐπιθυμεῖ λοιπὸν τὸ τέλος αὐτῶν μαθεῖν, καὶ εἴ τις ἔσται τῶν συμφορῶν τούτων μεταβολή. Καὶ διερωτῶν ἔλεγεν οὕτως· Κύριε, πῶς τὰ ἔσχατα τούτων; Καὶ εἶπε· Δεῦρο Δανιὴλ, ὅτι ἐμπεφραγμένοι εἰσὶν οἱ λόγοι ἕως καιροῦ πέρας, τὸ ἀσαφὲς τῶν εἰρημένων αἰνιττόμενος. Εἶτα καὶ τὴν αἰτίαν τῆς συγχωρήσεως τῶν κακῶν· Ἔως ἁν ἐκλεγῶσι καὶ ἐκλευκανθῶσι καὶ πυρωθῶσι πολλοὶ, καὶ