Ancient Greek
1.232
Georgius Cedrenus, Compendium Historiarum 1.232
Unproofread scanNot analysed yet
τοσοῦτος διαγενόμενος χρόνος καὶ οὔτε ἴννος οὕτε προοίμιον χρηστῆς μεταβολῆς ἐνδειξάμενος, καὶ ταῦτα πολλάκις ἐπιχειρησάντων αὐτῶν ἀναστῆσαι τὸν ναὸν, ἐπὶ Ἀδριανοῦ καὶ Κωνσταντίνου καὶ Ἰουλιανοῦ, καὶ διακωλυθέντων πρῶτον μὲν ὑπὸ στρατιωτῶν, ὕστερον δὲ ἐπὶ τοῦ παραβάτου πυρὸς τῶν θεμελίων ἐκπηδήσαντος καὶ κατασχόντος αὐτοὺς τῆς ἀκαίρου φιλονεικίας τε καὶ παραβάσεως. Ὅθεν τοίνυν λεγέτωσαν ἡμῖν, τίνος ἔνεκα ἐν Αἰγύπτῳ μὲν τοσοῦτον διατρίψαντες χρόνον ἐν κακουχίᾳ ἐλέους ἔτυχον, καὶ εἰς Βαβυλῶνα πάλιν ἀπενεχθέντες ἐπανῆλθον εἰς τὰ ἴδια, καὶ ὑπ´ Ἀντιόχου τοσαῦτα κακὰ παθόντες αὖθις πρὸς τὸ πρότερον ἐπανῆλθον ἀξίωμα, νῦν δὲ οὐδὲν τοιοῦτον γεγένηται, ἀλλὰ πεντακοσίων ἐτῶν, νῦν δὲ χιλίων ἐξ ἐκείνου διελθόντων οὐδὲ αἴνιγμα τοιαύτης μεταβολῆς ὁρῶμεν φαινόμενον οἷον τὸ πρότερον. Εἰ δὲ τὰς ἁμαρτίας αὐτῶν προβάλοιντο, καὶ εἴποιεν, Ἐπεὶ ἡμάρτομεν τῷ Θεῷ, διὰ τοῦτο οὐκ ἀπολαμβάνομεν τὴν οἰκείαν χώραν, πόλιν δ´ ἂν εἰκότως αὐτοὺς ἐρήσομαι· Διὰ τὰς ἀμαρτίας ὑμῶν, ὧ Ἰουδαῖοι, ἔξω τῆς Ἱερουσαλὴμ διατρίβετε χρόνον τοσοῦτον; Καὶ τί τὸ καινὸν καὶ[. . .] παράδοξον; Μὴ γὰρ νῦν ἐν ἁμαρτίαις ζῆτε μόνον, παρὰ δὲ τὴν ἀρχὴν ἐν δικαιοσύνῃ καὶ κατορθώμασιν; Οὐκ ἄνωθεν καὶ ἐξ ἀρχῆς συνανετράφητε παρανομίαις; Οὐχὶ τῆς θαλάσσης σχιζομένης καὶ τῶν πετρῶν ῥηγνυμένων καὶ τοσούτων θαυμάτων γινομένων περὶ τῆς ἐρήμου προσεκυνήσατε μόσχῳ; Οὐ τὸν Μωϋσέα λίθοις βάλλοντες καὶ ἑτέροις μυρίοις τρόποις ἀνελεῖν ἐπεχειρήσατε πολλάκις, καὶ τὸν Θεὸν παρωργίζετε βλασφημοῦντες; Οὐ τῷ Βεελφεγὼρ ἐτελέσθητε; Οὐ τοὺς υἱοὺς ὑμῶν καὶ τὰς θυγατέρας ἐθύσατε τοῖς δαιμονίοις καὶ τοὺς ἀλλοτρίους θεοὺς ἐθεραπεύσατε; Οὐ πᾶν εἶδος ἁμαρτίας καὶ κακίας ἐπεδείξασθε; Πῶς οῦν ὑμᾶς οὐκ ἀπεστράφη τότε ὁ Θεὸς, ἀλλὰ μετὰ τὰς παιδοκτονίας καὶ τὰς εἰδωλολατρίας, μετὰ τὴν πολλὴν ἀγνωμοσύνην, καὶ προφήτας ἀφῆκε παρ´ ὑμῖν εἶναι διαφόρους, καὶ σημεῖα εἰργάζοντο καὶ θαύματα παράδοξα; Τίνος οὖν ἕνεκεν πάλαι μὲν ἀσεβοῦντες καὶ μυρία διαπραττόμενοι δεινὰ τοσαύτης εὐνοίας ἀπηλαύσατε παρὰ Θεοῦ καὶ προστασίας καὶ προμηθείας, νῦν δὲ οὔτε εἰδωλολατροῦντες οὕτε παιδοκτονοῦντες ἐν αἰχμαλωσίᾳ καὶ ταλαιπωρίᾳ διάγετε; Μὴ γὰρ ἕτερος ἦν Θεὸς τότε καὶ ἕτερος νῦν; Οὐκ αὐτός ἐστι καὶ ὁ ἐκεῖνα οἰκονομῶν καὶ ταῦτα νῦν ἐργαζόμενος; Διὰ τί, ὅτε μείζω μὲν ἦν τὰ ἁμαρτήματα, πολλὴ δόξα ὑμῖν ἠν παρὰ Θεοῦ, ὅτε δὲ ἐλάττονα πλημμελεῖτε νῦν, παντελῶς ὑμᾶς ἀπεστράφη καὶ ἀτιμίᾳ παρέδωκεν ἀπεράντῳ; Ἀλλὰ κἂν ὑμεῖς σιγήσητε, οἱ λίθοι κεκράξονται. Ἐπειδὴ γὰρ κατὰ τοῦ Δεσπότου τὰς χεῖρας ἐξετείνατε, διὰ τοῦτο οὐκ ἔσται ὑμῖν διόρθωσις οὐδὲ συγγνώμη λοιπὸν οὐδὲ ἀπολογία. Τότε μὲν γὰρ εἰς δούλους ἦν τὰ τολμώμενα, νῦν δὲ πάντα ἐκεῖνα τὰ παλαιὰ σαφῶς ἀπεκρύψατε διὰ τῆς εἰς τὸν κοινὸν Δεσπότην Χριστλυ μανίας. Ὅθεν καὶ μειζόνως κολάζεσθε, καὶ οὐδ´ οὕτως ἀπέχεσθε τῆς πατρικῆς ἐμβροντησίας τε καὶ λύσσης, πλάνον αὐτὸν καὶ παράνομον ἀποκαλοῦντες.