Ancient Greek
1.24
Georgius Cedrenus, Compendium Historiarum 1.24
Unproofread scanNot analysed yet
Κδσα ἐν τοῖς ὕδασιν, ἔτι τε καὶ πετεινὰ, ἔργα τρία Τῆ ϛʹ ἡμέρᾳ τὰ τετράποδα, τὰ ἑρπετὰ τῆς γῆς, τὰ θηρία καὶ τὸν ἄνθρωπον, ἔργα τέσσαρα. Ὁμοῦ πάντα τὰ ἔργα εἰκοσιδύο, ἰσάριθμα τοῖς Ἑβραϊκοῖς γράμμασι, καὶ ταῖς εἰκοσιδύο αὐτῶν βίβλοις, καὶ ταῖς ἀπὸ Ἀδὰμ ἕως Ἰακὼβ εἰκοσιδύο γενεαρχίαις, ὡς ἐν Λεπτῇ φέρεται Γενέσει, ἣν καὶ Μωσέως εἶναί φασί τινες ἀποκάλυψιν. Αὕτη τὰς οὐρανίους δυνάΚμεις τῇ πρώτη ἡμέρᾳ λέγει ἐκτίσθαι. Τίνος δὲ χάριν τὴν ζʹ ἡμέραν εὐλόγησεν ὁ Θεὸς, καὶ οὐ πάσας; φασί τινες. Λέγομεν οὖν ὅτι ἑκάστη τῶν ἄλλων ἐκ τῆς ἐν αὐτῇ γενομένης δημιουργίας ἔσχε τὴν εὐλογίαν· ἐπειδὴ δὲ ἔμελλεν αὕτη μόνη μένειν ἀγέραστος, μηδεμιᾶς ἐν αὐτῇ γενομένης δημιουργίας, τούτου χάριν ηὐλογήθη καὶ αὕτη ὑπὸ τοῦ Θεοῦ καὶ ἡγιάσθη, καὶ Σάββατον ὡς καταπαύσιμος προσΚηγορεύθη, καὶ ὡς τύπος τῆς ἑβδόμης χιλιοετηρίδος καὶ τῆς τῶν ἀμαρτωλῶν συντελείας, ὡς Ἰώσηπος μαρτυρεῖ καὶ ἡ Λεπτὴ Γένεσις. Τὰ θηρία καὶ τὰ τετράποδα καὶ τὰ ἑρπετὰ ὁμόφωνα ἧσαν πρὸ τῆς παραβάσεως τῷ ἀνθρώπῳ,, διότι, φησὶν, ὁ ὄφις ἀνθρωπίνῃ φωνῇ ἐλάλησε τῇ Εὔα. Πᾶσα δὲ λογικὴ φύσις κατ´ εἰκόνα Θεοῦ· ταῦτα δὲ οὑκ εἰσὶ κατὰ εἰκόνα Θεοῦ· τὸν γὰρ ὄφιν ὁμολογοῦμεν λελαληκέναι τῇ Εὔᾳ, στόμα γενόμενον τῷ νοητῷ ὄφει, ἐν ᾠ ἐνεργήσας ὡς συνήθει ὄντι τῷ ἀνθρώπῳ παρὰ τὰ λοιπὰ θηρία δι´ αὐτοῦ ἠπάτησε τοὺς προπάτορας, ὁ μετὰ τοῦτο καὶ ἐν ἀψύχοις εἰδώλοις λαλήσας τοῖς ὑπ´ αὐτοῦ δελεασθεῖσι πολυτρόπως εἰδωλολάτραις. Τὸ δὲ εἶναι τὸν ὄφιν τετράπουν τὸ πρὶν καὶ μετὰ τὴν πονηρὰν εἰσήγησιν ἑρπυστι. κὸν, καὶ ἰὸν αὐτῷ ἐπὶ τὴν γλῶσσαν ἐντεθῆναι, [. ὅ] οὐκ ἀπιστοῦμεν. Φρόνιμος δὲ ὁ ὄφις ἐκλήθη, ὅτι τὸ λογικὸν ζῶον τὸν ἄνθρωπον, καὶ τῶν ἄλλων ἀγχινοίᾳ διαφέρον, ἐξαπατᾷν ἔμελλεν. Ἄλλοι δέ φασιν ὅτι οὐ τῷ κατὰ προφορὰν λόγῳ ὁ ὄφις ἐχρήσατο, ἀλλ´ οἱ πρωτόπλαστοι, ἅτε κακίας ὄντες ἀμιγεῖς,, ἀκριβεστάτας εἶχον τὰς αἰσθήσεις καὶ πολὺ τῶν ἡμετέρων διαλλαττούσας, ὥστε τὴν ἀκοὴν αὐτῶν πάσης ὑπάρχειν φωνῆς ἀκουστικήν. Ἐπειδὴ γὰρ βασιλεὺς ὥσπερ προήχθη ἐν τῷ κόσμῳ ὁ ἄνθρωπος, εἰκότως κατ´ εἰκόνα Θεοῦ γεγέννηται· ἔδει γὰρ τὸν μέλλοντα ἄρχειν τῶν ἄλλων ὥσπερ τινὰ εἰκόνα εἶναι ἔμψυχον τῆς τοῦ παμβασιλέως ὁμοιότητος, οὐκ ἐν πορφυρίδι καὶ σκήπτρῳ καὶ διαδήματι τὴν ἀξίαν ἐμφαίνοντα, ἐπεὶ μηδὲ τὸ ἀρχέτυπον ἐν τούτοις ἐστὶν, ἀλλ´ ἐν τῷ κεκοσμῆσθαι τῇ ἀφθαρσίᾳ καὶ ἀθανασίᾳ καὶ ἀρετῇ· τούτοις γὰρ τιμηθεὶς ὁ ἄνθρωπος τὴν πρὸς τὸ πρωτότυπον εἰκόνα καὶ ὁμοιότητα διασώζει. Ἔτι δὲ καὶ ἡ αὐτεξουσιότης τὸ βασιλικὸν καὶ ἐπῃρμένον τῆς φύσεως τοῦ ἀνθρώπου καὶ πρὸς τὴν θείαν εἰκόνα