Ancient Greek
1.249
Georgius Cedrenus, Compendium Historiarum 1.249
Unproofread scanNot analysed yet
Σεβῆρος δὲ ὁ αἱρετικὸς λέγεται. Οὗτος τὸν ἐν Βρεττανίᾳ νικήσας πόλεμον ἀπὸ θαλάσσης εἰς θάλασσαν περιετείχισε τὴν νῆσον σταδίοις χιλίοις, Οὗτος τὸ Βυζάντιον παραλαβών τὰ τείχη αὐτοῦ καθ εἶλεν. Εἶχε δὲ τὸ Βυζάντιον πύργους ἑπτὰ, ἐκ τῶν Θρᾳκικῶν πυλῶν ἀρχομένους καὶ ἐπὶ τὴν ἀρκτῴαν θάλασσαν καθήκοντας. Καὶ τούτων εἴ τις ἐν ἑτέρῳ πύργῳ προσῆλθεν, οὐδεμία αἴσθησις τοῖς ἄλλοις ἐγίνετο· εἰ δὲ ἐν τῷ πρώτῳ πύργω ἀνεβόησεν ἢ λίθον ἐσάλευσεν, αὐτός τε ἤχει καὶ σιωπήσας τῳ δευτέρῳ μετεδίδου τῆς ἠχῆς, καὶ οὕτος τῷ τρίτῳ, καὶ ἐξῆς ὁμοίως. Οὗτος καὶ τὸ Ζεύξιππον λουτρὸν ἔκτισε Βυζαντίοις, καὶ τὸ πρῶτον κτίσμα τῷ ἱπποδρόμῳ παρέδωκε, καὶ κυνήγιον, καὶ θέατρον αὐτοῖς κατεσκεύασεν. Ἐπὶ τούτου Παῦλος ὁ Σαμο σατεὺς τὴν Ἀρτέμωνος αἴρεσιν ἀνενεώσατο. Οὗτος ὁ Σεβῆρος ἐν πολέμοις σχολάζων νόσῳ τελευτᾷ, καταλιπών παῖδας τρεῖς. Ἐπὶ τούτου ἤκμαζεν Ὠριγένης, ὅστις εἰς Ἀλεξάνδρειαν ὤν μεγίστην εἰς τὸν θεῖον λόγον σπουδὴν κατεβάλλετο· οὐ μόνον γὰρ τοῖς πιστοῖς πρόξενος ὡφελείας μεγάλης ἐγένετο, ἀλλὰ καὶ τῶν αἱρετικῶν οὐκ ὀλίγοις· ὑπ´ αὐτοῦ γὰρ τὰ ὑγιῆ τῆς πίστεως παραλαμβάνοντες δόγματα ζηλωταὶ τῆς ἀληθείας ἐγίνοντο. Ἐξ ὧν ὑπῆρχε διαφερόντως Ἀμβρόσιος, ἀνὴρ ἐπίσημος καὶ φιλολόγος, ὃς εἰς γνῶσιν τοῦ ἀνδρὸς ἀφικέσθαι σπουδάσας ἀπέστη τῆς Οὐαλεντίνου καὶ Μαρκίωνος αἱρέσεως, πεῖραν τῆς ἐνθέου αὐτοῦ παιδείας ἀρκοῦσαν κτησάμενος. Πλεῖστοι δὲ καὶ τῶν ἔξωθεν φιλοσόφων πρὸς αὐτὸν φοιτῶντες μεγίστην καὶ αὐτοὶ πρὸς τὰ οἰκεῖα μαθήματα τὴν ὡφέλειαν ἐκαρποῦντο· καὶ γὰρ παρ´ αὐτοῖς μέγας ἐνομίζετο, παραδιδοὺς γεωμετρίαν καὶ ἀριθμητικὴν καὶ τἄλλα προπαιδεύματα. Διόπερ οὐκ ὀλίγοι τῶν παρ´ Ἕλλησι φιλοσόφων μαρτυροῦσιν αὐτὸν, μνήμην ἐν τοῖς ἰδίοις ποιούμενοι συγγράμμασιν ὡς διδασκάλου. Καὶ γὰρ εὐφυὴς παιδόθεν ὑπῆρχε σφόδρα καὶ ζητητικὸς ἄγαν. Ὃν ἐν τῇ παιδικῇ ἡλικίᾳ τὸ τῆς θείας Γραφῆς βούλημα πυνθανόμενον ὡς βαθύτερον ἢ διανοούμενον ἐπέπληττεν ὁ πατὴρ, μηδὲν ὑπὲρ τὴν ἡλικίαν περαιτέρω ζητεῖν· ὃς καὶ τῆς εὐτεκνίας ἑαυτὸν ἐμακάριζεν. Ἁγνείαν δὲ καὶ ἐγκράτειαν τοσαύτην ἐκ νέου τοῦ σώματος ἤσκησεν, ὡς ὀβολοῖς τέσσαρσι καὶ μόνοις πρὸς διατροφὴν ἑκάστης ἡμέρας ἀρκεῖσθαι. Καὶ μέντοι καὶ ἐν πολλοῖς ἔτεσι τοῦτο ποιῶν διετέλει, καὶ ἐπ´ ἐδάφους καὶ ψιάθῳ καθεύδων καὶ ὀλίγον καιρὸν τῆς νυκτὸς ἀναπαυόμενος τὸν πλείονα εἰς τὴν μελέτην τῶν ἱερῶν λογίων διήνυεν, ἐν τούτοις ἐπεκτεινόμενος. Ἐπί τε ἀσιτίᾳ καὶ ἀγρυπνέᾳ