Ancient Greek
1.261
Georgius Cedrenus, Compendium Historiarum 1.261
Unproofread scanNot analysed yet
Περιγενόμενος δὲ τῶν πραγμάτων προβάλλεται Μαξιμιανὸν Ἑρκούλιον, γαμβρὸν καὶ φλον αὐτοῦ ὄντα· ὑφ´ ὧν μέγας διωγμὸς κατὰ Χριστιανῶν [Ρ. Ζθϋ] ἐκινήθη. Προσέταξαν γὰρ κατὰ πόλιν καὶ κατὰ χώραν τὰς μὲν Χριστοῦ ἐκκλησίας καταστρέφεσθαι καὶ τὰς θείας αὐτῶν Γραφὰς κατακαίεσθαι, τοὺς δὲ Χριστιανοὺς εὑρισκομένους ἀναγκάζεσθαι θύειν τοῖς δαίμοσι. Διὸ καὶ πολλοὶ τὸν τῆς ἀθλήσεως ἀνεδήσαντο στέφανον, ἐξ ὧν εἰσι Πέτρος Ἀλεξανδρείας καὶ Ἄνθιμος Νικομηδείας καὶ Προκόπιος καὶ Γεώργιος οἱ ἀοίδιμοι μάρτυρες. Καὶ Σαββάτιος ὁ τὴν αἴρεσιν τῶν τεσσαρεσκαιδεκατιτῶν κρατύνας ἐγνωρίζετο, καὶ γυνή τις ἱερὰ καὶ θαυμασία, τὸν βίον ἀειπάρθενος καὶ ὡραία, πάνυ συσχεθεῖσα καὶ πολλαῖς μηχαναῖς θῦσαι τῶν τυράννων αὐτὴν ἀναγκαζόντων μὴ ἡττηθεῖσα. Προσέταξαν ἐκδοθῆναι στρατιώτῃ πρὸς αἰσχρὰν Κμῖξιν, καὶ μηδὲ οὕτως πειθομένην ὑποβαλέσθαι κεφαλικῇ τιμωρίᾳ. Καὶ περιστατηθεῖσα λίαν ἐδεῖτο τοῦ Ἀνθίου Νικομηδείας, μήπω τελειωθέντος διὰ μαρτυρίου, συμβουλεῦσαι αὐτῇ τί ἂν αἱρήσοιτο. Ὁ δὲ χρηστὸς ὄντως ἀνὴρ καὶ οἰκονόμος καὶ πιστῶς ἐν κρίσει τὰ λόγια Κυρίου ταμιευόμενός φησι, Καλὸν μὲν, ὦ τέκνον, τὸ κατόρθωμα τῆς ἁγνείας καὶ θεοπρεπὲς, μείζων δὲ ἡ τῆς πίστεως ἐντολὴ, κρηπλς οὖσα τῶν καλῶν τῆς εὐσεβείας. Μὴ οὖν προκρίνῃς τῶν κρειττόνων τὰ δεύτερα. Ὥσπερ γὰρ ἐν περιστάσει τινὰ γενόμενον αἱρετώτερόν ἐστιν ὑπὲρ τοῦ σώματος διαρπαγῆναι τὸ ἱμάτιον, οὔτως μᾶλλόν ἐστιν ἐν τοῖς πειρασμοῖς ἄσπιλον τηρήσαντα τὴν ψυχὴν προδοῦναι τὴν σάρκα τοῖς παντοίως ἐνυβρίζειν ἐθέλουσιν ἢ ἀπολέσαι τῆς ψυχῆς τὴν εὐγένειαν. Ἱ δὲ τούτου ἀκούσασα ἀπῄει ταλαντευομένη τὸν νοῦν, ὡς δύο καλῶν ἀντιποιουμένη. Ἀλλ´ ἡ θεία χάρις ταύτης διεφυλάξατο τὴν παρθενίαν τρόπω τοιῷδε. Ὡς γὰρ ἐφ´ ἑνὸς οἶκου συνεκλείσθη, λέγει τῷ στρατιώτῃ· «Μηδὲν ἄτοπον πράξῃς εἰς ἐμὲ, ἄνθρωπε, καὶ παρέξω σοι μισθὸν ἐπάξιον· δώσω γάρ σοι φάρμακον, οὖσα φαρμακὶς, ἀθανασίας πρόξενον, ᾧ χριόμενος ἄτρωτος μενεῖς ἐν τοῖς πολέμοις. Καὶ εἰ βούλῃ τούτου λαβεῖν πεῖραν, ἐπίτρεψόν με σκευάσαι αὐτό, Τοῦ δὲ μετὰ πολλῆς χαρᾶς ἐπιτρέψαντος, λαβοῦσα κηρὸν ἡ μακαρία καὶ ἐλαίῳ συμμίξασα, καὶ μαλάξασα καὶ τὸν ἑαυτῆς αὐχένα περιχρίσασα, λέγει αὐτῷ, Πάταξον, ὡς δύνῃ. Ὁδὲ μετὰ δυνάμεως κατενέγκας τὸ ξίφος ἀπέτεμενεὐθέως τὴν τιμίαν αὐτῆς κεφαλήν. Καὶ οὕτω νικήσασα τῶν δυσμενῶν τὴν κακουργίαν διπλοῦν τὸν στέφανον τὸν τοῦ μαρτυρίου καὶ τῆς ἁγνείας ἀνεδήσατο. Ὡσαύτως δέ τις καὶ ἀλλη γυνὴ εὐπρεπεστάτη, κόρη οὖσα καὶ] Ρ. ἂὔ] παρθενίαν ἀσκοῦσα, διεβλήθη ὡς τοὺς θεοὺς ἐνυβρίζουσα· ἢν συλλαβόμενοι καὶ μαστιγώσαντες μὴ ὑπείκουσαν τῇ τούτων δυσσεβείᾳ παρέδωκαν εἰς πορνεῖον, ἐντειλάμενοι τῷ