Ancient Greek
1.265
Georgius Cedrenus, Compendium Historiarum 1.265
Unproofread scanNot analysed yet
ταῦτα τοὺς παῖδας ἐκδιδάσκειν, ὡς ἂν διαγελῷτο τὸ καθ´ ἡμᾶς μυστήριον. Τῷ ιθʹ ἔτει πρόσταγμα ἐδόθη βασιλικὸν, τὰς ἐκκλησίας τοῦ Χριστοῦ ἐδαφίζεσθαι καὶ τὰς θείας βίβλους κατακαίεσθαι, καὶ πάντα Χριστιανὸν ἢ θύειν τοῖς εἰδώλοις ἢ ἐν βασάνοις ἀνυποστάτοις ἀποθνήσκειν. Τῶ κʹ ἔτει τῆς αὐτοῦ βασιλείας Διοκλητιανὸς καὶ Μαξιμιανὸς ὁ Ἐρκούλιος ἐξ ἀπονοίας ἐν μιᾷ ἡμέρα τὴν βασιλείαν ἀπέθεντο, καταστήσαντες ἀντ´ αὐτῶν βασιλεῖς τῆς μὲν Ἑῴας Γαλλέριον Μαξιμιανὸν, τὸν Διοκλητιανοῦ γαμβρὸν, τῶν Ἑσπερίων δὲ Κωνστάντιον τὸν Ἑρκουλίου γαμβρόν. Καὶ ὁ μὲν Διοκλητιανὸς ἰδιωτεύσας ἔτη ιβʹ τῆς γλώσσης αὐτοῦ σαπείσης μετὰ τοῦ φάρυγγος καὶ πλῆθος σκωλήκων ἀναβρασάσης τὸ πνεῦμα ἀπέῤῥηξεν, ὁ δὲ Ἑρκούλιος τὴν βασιλείαν ἀναλαβέσθαι βουληθεὶς καὶ μὴ ἐπιτυχὼν ἀπήγξατο. Ὁ δὲ Γαλλέριος σκωληκόβρωτος γεγονὼς ἐξέψυξεν. Ὁ δὲ Κωνστάντιος λίαν ἀγαθός ὢν καὶ εὐσεβὴς καὶ τὸν υἱὸν Κωνσταντῖνον ὁμοίως ἐπαίδευσε καὶ τῷ καθ´ ἡμῶν διωγμῷ οὐδαμῶς ἐκοινώνησεν, ἀλλὰ καὶ τοὺς ὑπ´ αὐτὸν χριστιανίζειν ἀδεῶς καὶ ἀκωλύτως ἐπέτρεπε. Τελευτᾷ δὲ ἐν Βρεττανίαις, βασιλεύσας ἔτη δύο. Καῖσαρ δὲ ἦν ἔτη ιγʹ. Ὃς ἐγέννησεν ἐξ Ἑλένης τῆς πρώτης αὐτοῦ γυναικὸς Κωνσταντῖνον τὸν μέγαν καὶ ἅγιον, περὶ τὴν τῆς Δακίας πόλιν· ὃν καὶ ἀναγορεύει ἀντ´ αὐτοῦ βασιλέα ἐν Ῥώμη ἐπ´ ὄψεσι παντὸς τοῦ λαοῦ, περιόντων καὶ τῶν λοιπῶν αὐτοῦ παίδων, Κωνσταντίου, φημὶ, τοῦ πατρὸς Ἰουλιανοῦ καὶ Γάλλου τοῦ καὶ Δαλμάτου· μεθ´ ὧν καὶ θυγατέρα εἶχε Κωνσταντίαν τὴν Λικιννίου γαμετὴν, ἐκ Θεοδώρας τῆς θυγατρὸς Ἑρκουλίου γεννηθεῖσαν. Οὗτος δὲ ὁ Κωνστάντιος ὁ τοῦ Μεγάλου Κωνσταντίνου πατὴρ θυγατριδοῦς ἦν Κλαυδίου τοῦ βασιλέως. Ἕν δὲ τῇ ἰδέᾳ ὁ Μέγας Κωνσταντῖνος μεσῆλιξ, εὐρύτερος τοὺς ὤμους καὶ παχὺς τὸν αὐχένα, ὅθεν καὶ Τραχηλᾶν αὐτὸν ἐπωνόμαζον, τὴν χροιὰν ἐρυθρὸς, τὴν τρίχα τῆς κεφαλῆς οὐ δασεῖαν οὐδὲ οὔλην ἔχων, τὴν δὲ τοῦ γενείου ψιλήν πως καὶ πρὸς τὸ μηδὲ φύειν πολλαχοῦ τοῦ προσώπου, τὴν ῥῖνα ἐπίγρυπον, τὸ δὲ ὄμμα παραπλήσιον λέοντι, χαρίεις καὶ φαιδρότατος, παιδείας μετασχών μετρίας. Τὸ δὲ ἐγκρατεὺς περὶ τὰς ἐπιθυμίας τῆς γαστρὸς εἰς ἄκρον κεκοσμημένος, ἐν τούτῳ τὰς πολλὰς διαφεύγειν τοῦ σώματος νόσους, οὐχ ὑγιῶς αὐτοῦ διακειμένου, ἀπειλοῦντός τε λώβην καὶ φύοντος πλεῖστα μοχθηρά. [Ρἂλθ Γαλλέριος τοίνυν Μαξιμιανὸς ἐπὶ Ἰταλίαν ἐλθὼν ἐχειροτόνησε Καίσαρας δύο, Μαξιμιανὸν μὲν τὸν ἴδιον υἱὸν κατὰ τὴν Ἑῴαν, ἐφ´ οὗ καὶ οἱ πρὸς πατρὸς τῷ μεγάλῳ Βασιλείῳ πατέρες διὰ τὸν αὐτοῦ