Ancient Greek
1.276
Georgius Cedrenus, Compendium Historiarum 1.276
Unproofread scanNot analysed yet
ὅτι τοῦτο τὸ ὄνομα ὃ ἐπεκαλέσατο ὁΖαμβρῆς τοῦ ἀποκτεῖναι τὸν ταῦρον, τοῦ διαβόλου ἐστίν. Εἰ γὰρ θανόντα ἀναστῆσαι οὐ δύναται ἔστιν ἄρα ζωῆς καὶ σωτηρίας ἐχθρὸς ὁ ζῶντα μὲν ἀποκτεῖναι δυνηθεὶς, νεκρὸν δὲ ζωοποιῆσαι μὴ ἰσχύων. Τότε ὁ Ζαμβρῆς διαῤῥήξας τὸν ἑαυτοῦ χιτῶνα ἔφη Δέσποτα ἐπιεικέστατε, βασιλεῦ αἰώνιε, Σίλβεστρον ὃν λέγεις, νικῆσαι οὐδεὶς ἠδυνήθη, ἐγὼ ἐν τῷ παντοκράτορι Θεῷ ἐνίκησα. Δίκαιον οὖν ἐστι μὴ ἐπὶ πολὺ δοθῆναι αὐτῷ ἐξουσίαν τοῦ λαλεῖν. Σένα γὰρ ἐφευρίσκων ἀεὶ καὶ ἐναντία τοῦ Θεοῦ λαλῶν οὐ παύεται, καὶ τῇ αὐτοῦ φλυαρίᾳ ἐπιβαρὺς γίνεται τῆ ὑμῶν βασιλείᾳ. Πρὸς ὃν ὁ Αὔγουστος ἔφη· Τὸ τοῦ παντοκράτορος Θεοῦ ὄνομα καὶ ἐπίκλησις πρώτιστα πάντων ζωῆς καὶ σωτηρίας πρόνοιαν παρέχεται. Ὡσαύτως καὶ σὺ εἰ τοῦ Θεοῦ εἶ, ἀνάστησον τὸν ταῦρον, καὶ πιστεύσομέν σε ἀπὸ. Θεοῦ ἔχειν τὴν νίκην. Εἰ δὲ τοῦτο οὐ δύνῃ ποιῆσαι, φανερά σου τῆς ὑποκρίσεως γοητεία διὰ δαιμόνων πεπρᾶχθαι. Πρὸς ὃν καὶ ὁ ἅγιος Σίλβεστρος ἔφη· Ἄκουε, ὧ Ἰουδαῖε, ἀπὸ τῶν σῶν Γραφῶν τὴν ἀλήθειαν. Ἔν τῷ Δευτερονομίῳ αὐτὸς ὁ Θεὸς λέγει· «Ἵδετε, ἴδετε, ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ. Ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω κἀγὼ ἰάσομαι.» Εὐκαίρως οὖν ἐπικληθεὶς ἀποκτείνει, καὶ εὐκαίρως πάλιν ζωοποιεῖ. Ἐπικάλεσαι οὖν αὐτὸν ἐπὶ τὴν ἄλλην ἀκοὴν τοῦ ταύρου, καὶ ἐὰν αὐτὸν ἐγείρῃς, πιστεύσομεν πάντες, καθὼς σὺ φής. Τότε ὁ Ζαμβρῆς λέγει· Οὐκ εἶπόν σοι, ἐπιεικέστατε βασιλεῦ, Ἐτι ἐν λόγοις Σίλβεστρον οὐδεὶς δύναται νικῆσαι· Κέλευσον οὖν αὐτὸν μὴ ῥήμασιν ἀλλ´ ἔργοις ἐπιδεῖξαί τι ἡμῖν. Β. Ζβα] Ὁ ἅγιος Σίλβεστρος ἔφη· Θέλεις οὖν, ὧ Ἰουδαῖε, ἐγὼ τῇ ἐπικλήσει τοῦ Δεσπότου μου Ἰησοῦ Χριστοῦ ἐγείρω τὸν ταῦρον; Ζαμβρῆς λέγει· Τοῦτο οὐ ποιεῖς, εἰ καὶ πτεροῖς πετασθῇς. Ὁ βασιλεὺς εἶπε· Θαυμάζω τὴν ἀναισχυντίαν σου, Ζαμβρῆ. Σὺ εἶπας, σχολαζέτωσαν οἱ λόγοι καὶ ἔργοις ἀγωνιζέσθω. Οὗτος δὲ ὑπισχνεῖται ποιῆσαι ὅπερ σὺ λέγεις παντελῶς εἶναι ἀδύνατον. Ὥστε δικαιόν ἐστιν ὁμολογῆσαί σε τοῦτον εἶναι Θεὸν ἀληθῆ τὸν νεκροὺς ἀναστῆσαι δυνάμενον, ἐκεῖνον δὲ· πλάνον καὶ διάβολον τὸν ἀποκτείναντα καὶ ζωοποιῆσαι μὴ δυνάμενον. Τότε ὁ Ζαμβρῆς ὤμοσε λέγων· Ἐὰν Σίλβεστρος τὸν νεκρὸν ταῦρον ἀναστήσῃ, πάντες τὸν Ἰουδαῖκὸν καταλείψαντες νόμον πρὸς τὴν τῶν Χριστιανῶν αὐτομολήσομεν πίστιν. Ὁ δὲ μακάριος Σίλβεστρος ἐκτείνας ἐπὶ πολὺ τὰς χεῖρας εἰς τὸν οὐρανὸν, καὶ μετὰ δακρύων εὐχὴν ποιήσας, πρὸς τὸν ταῦρον ἀπελ. θών εἶπε φωνῇ μεγάλῃ· Ἐγὼ, Δέσποτά μου Ἰησοῦ Χριστέ, τὸ πανάγιον ὄνομά σου ἐπικαλοῦμαι ἐπὶ πάντων, ἵνα μάθῃ ὁ λαὸς οὐτος ὅτι διαβόλου μὲν ὄνομα ἐφόνευσε τὸν ταῦρόν, τοῦ δὲ ζωοποιοῦ καὶ φανερωτάτου σου ὀνόματος ἐπικλήσει ἐζωοποιήθη. Καὶ πλησιάσας τῷ ταύρῳ λέγει μετὰ κραυγῆς μεγάλης· Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, ὃν οἱ παράνομοι Ἰουδαῖοι ἐσταύρωσαν ἐπὶ Ποντίου Πιλάτου, ἀνάστηθι μετὰ σεμνότητος. Καὶ παρευθὺς ὁ ταῦρος ὅλον ἑαυτὸν κινήσας ἀνέστη. Καὶ λύσας αὐτοῦ τὰ