Ancient Greek
1.290
Georgius Cedrenus, Compendium Historiarum 1.290
Unproofread scanNot analysed yet
Μόνη δὲ ἡ Ἀντιόχεια λς χιλιάδας σίτου κατ´ ἔτος ἐλάμβανε. Σεισμοῦ δὲ ἐν Κύπρῳ γενομένου Σαλαμὶν ἡ πόλις κατέπεσε καὶ ἱκανὸν πλῆθος διέφθειρε. Τῷ κθʹ ἔτει Δαλμάτιος Καῖσαρ ἀνηγορεύθη. Καλόκαιρος δὲ ἐν Κύπρῳ τυραννήσας ἐν Ταρσῷ τῆς Κιλικίας ὑπὸ Δαλματίου ζῶν κατακαίεται. Τῷ λγʹ τῆς αὐτοῦ βασιλείας ὁ μέγας Κωνσταντῖνος τελευτᾷ. Κινήσας γὰρ κατὰ Περσῶν ἀπὸ Νικομηδείας ἐν τοῖς Πυθίοις αὐτομάτοις θερμοῖς παραγίνεται. Καὶ κακωθεὶς, ἐκεῖθέν τε δι´ Ἐλενουπόλεως ἐν τῷ χάρακι ἐλθὼν, πυρετοῦ λάβρου κατασχόντος αὐτὸν ἐτελεύτησεν, μετὰθʹ ἕτος τοῦ οἰκισμοῦ καὶ ἐγκαινισμοῦ Κωνσταντινουπόλεως. Καὶ ἀπετέθη ἐν λάρνακι πορφυρᾷ ἤτοι Ῥωμαίῳ, [Ρ. ΖθΖ αὐτός τε καὶ ἡ μήτηρ αὐτοῦ Ἑλένη πρὸ δώδεκα ἐτῶν τῆς αὐτοῦ τελευτῆς ἀποθανοῦσα καὶ ἡ γυνὴ αὐτοῦ Φαῦστα, θυγάτηρΜαξιμιανοῦ τοῦ Ἑρκουλίου, καταλείψας ἐν βασιλείᾳ τρεῖς υἱοὺς, Κωνστάντιον καὶ Κωνσταντῖνον καὶ Κώνσταντα, διορισάμενος Κωνστάνσιον μὲν ἔχειν τὰ Θρᾴκης καὶ Ἑῴας μέρη, Κωνσταντῖνον δὲ τὰ πρὸς ὠκεανὸν ἐσπέρια, Κώνσταντα Ἀὲ Κρήτην Ἀωοικὴν καὶ τὸ Ἰλλυρικόν. Δόξα δὲ κατέσχε τελευτῆσαι μὲν τὸν μέγαν Κωνσταντῖνον φαρμάκῳ δηλητηρίῳ ἐπιβουλῇ τῶν ἀδελφῶν, διὸ καὶ αὐτὸν τοῦτο δι´ αὐτογράφου ἐπισκῆψαι τῷ παιδί, ἐκδικῆσαί τε καὶ φυλάξασθαι τοὺς ἀνελόντας αὐτὸν είους· λαβόντα δὲ τὴν τοιαύτην γραφὴν Εὐσέβιον τὸν Νικομηόείας ἐπίσκοπον ἀποδοῦναι Κωνσταντίῳ ἐκ τῆς Ἑῴας ἄρτι παραγενομένῳ, ἔνθεν τε γενέσθαι αὐτὸν καὶ ἐπίσκοπον Κωνσταντινουπόλεως. Τὸ δὲ τούτους ἀναιρεθῆναι, ἐπεί τοι ἀλόγιστος σαφῶς ἡ ἀθρόα πάντων αὐτῶν ἀναρεσις τούτῳ ἐδόκει, δέον ἔκρινε μὴ ἄνευ λόγου τοῦτο ποιῆσαι. Ἐτελεύτησε δὲ ὁ μέγας Κωνσταντῖνος εὐσεβῶς βασιλεύσας ἔτη λβʹ καὶ μῆνας ἐʹ, ζήσας τὰ πάντα ἔτη ξεʹ. Κωνστάντιος ἐβασίλευσεν ἔτη κδʹ, Κώνστας ἔτη ιζʹ. Κωνσταντῖνος δὲ ταχὺ τετελεύτηκε τρόπῳ τοιῷδε· Πρὸς τὸν ἀδελφὸν Κωνστάντιον κοινωσόμενος ᾔει περί τινων μετὰ πολλῆς ἰσχύος καὶ δυνάμεως, ὃ τὸν Κωνστάντιον εἰσῆγεν] εἰς ἔκπληξιν μή τι νεωτερίσων ἀφικνῆται εἰς αὐτόν· καὶ πονηρῶν συμβουλῶν ἐπιτυχών καὶ πρὸς πόλεμον ἐρεθιζόντων αὐτὸν ἐξῆλθε κατ´ αὐτοῦ. Καὶ συῤῥαγέντο, πολέμου ἐν τοῖς ἐσχάτοις τῶν φευγόντων εὑρεθείς ὁ Κωνσταντῖνος ἀναιρεῖται, τρίτος ὢν ἀδελφὸς, καὶ γίνεται Κωνστάν. τιος ἐγκρατὴς πάντων τῶν Ἐσπερίων. Ἦν δὲ Κωνστάντιος τὴν τοῦ σώματος ἀναδρομὴν εὐμήκης καὶ ἐπίξανθος, χαροπὸς τὴν ὄψιν, εὐμετάβολος τὴν γνώμην, σώφρων τὰ πρὸς ἀφροδίσια, φίλοις συναναστρεφόμενος,