Ancient Greek
1.293
Georgius Cedrenus, Compendium Historiarum 1.293
Unproofread scanNot analysed yet
Τὴν Ἐλλάδα δὲ περιερχόμενος ἐφέσει τῆς βασιλείας μάντεις ἐπεζήτει καὶ χρησμολόγους, εἰ τεύξεται τοῦ ποθουμένου. Καὶ δὴ περιτυγχάνει ἀνθρώπῳ δυσσεβεῖ ταῦτα προλέγειν ὑπισχνουμένῳ, ὅς τοῦτον εἴς τινα τῶν εἰδωλικῶν καταδύσεων καταγαγὼν τοὺς ἀπατεῶνας ἐκάλεσε δαίμονας. Ἐκείνων δὲ μετὰ τῆς συνήθους φαντασίας ἐπιφανέντων, ἠνάγκασε τοῦτον ὁ φόβος ἐπιθεῖναι τῷ μετώπῳ τοῦ σταυροῦ τὸ σημεῖον· ὅπερ ἰδόντες ἀφανεῖς αὐτίκα γεγόνασι. Συνεὶς οὖν ὁ γόης ἐκεῖνος τῆς [Ρ. ὅυΟ φυγῆς τὴν αἰτίαν ἐπεμέμψατο τούτῳ λέγων· Οὐ φοβηθέντες, ὡς σὺ νομίζεις, ἀλλὰ βδελυξάμενοι τὸ παρὰ σοῦ γενόμενον ἐχώρησαν. Οὕτω βουκολήσας τὸν αἰχμάλωτον ἐμύησέ τε καὶ τοῦ μύσους ἐνέπλησεν· αἴμασι γὰρ μυσαροῖς ἀπολουσάμενον τὸ θεῖον βάπτισμα, ἡ τῆς βασιλείας ἐπιθυμία τῆς εὐσεβείας ἐγύμνωσε τὸν τρισάθλιον. Μετὰ μικρὸν δὲ τῆς βασιλείας κρατήσας ὁ ἀσεβέστατος Ἰουλιανὸς προφανῶς λοιπὸν καὶ ἀναιδῶκατὰ τῆς εὐσεβείας ὡπλίζετο. Καὶ πρῶτον μὲν τὰς ἐν τῇ πόλει καὶ τὰς ἔξωθεν πηγὰς ταῖς μυσαραῖς θυσίαις ἐμόλυνεν, ὅπως ἕκαστος μεταλαμβάνων τοῦ νάματος μεταλαγή άνη καὶ τοῦ μύσους. Ἔπειτα δὲ καὶ τὰ κατὰ τὴν ἀγορὰν προκείμενα τοῦ μιάσματος ἐνεπίμπλη· περιεῤῥαίνοντο γὰρ καὶ ἄρτοι καὶ κρέα καὶ ὀπῶραι καὶ λάχανα καὶ τᾶλλαὅσα ἐδώδιμα. Ταῦτα οὖν ὁρῶντεσοἱ Χριστιανοὶ ἔστενον μὲν καὶ ὠλόλυζον ἐπὶ τοῖς γινομένοις, μετελάμβανον δὲ ὅμως, ἀποστολικῷ νόμῳ πειθόμενοι τῷ φάσκοντι· Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν. Οὗτος ὁ παμμίαρος Ἰουλιανὸς τοὺς Ἰουδαίους κατὰ Χριστιανῶν ἐξοπλίζων ἤρετο τούτους· Διὰ τί θύειν τοῦ νόμου κελεύοντος οὐ θύετε; Τῶν δὲ τὸν ἐν Ἰεροσολύμοις ναὸν καὶ τὴν ἐκεῖσε περιγεγραμμένην λατρείαν προβαλλομένων, αὐτίκα προσἐταξεν ὁ θεομάχος ἀνεγεῖραι τὸν κατ´ ὁργὴν καὶ γνώμην Θεοῦ καταλυθέντα ναόν. Καὶ τοῦτο μετὰ πολλῆς χαρᾶς ἀκούσαντες ἅπασι τὰ προστεταγμένα τοῖς κατὰ τὴν οἰκουμένην ὁμοφύλοις ἐδήλωσαν. Καὶ οἱ μὲν πανταχόθεν συνέτρεχον, χρήματα καὶ προθυμίαν εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ συνεισφέροντες· ὁ δὲ συναπέστειλεν αὐτοῖς καὶ ἄρχοντας καὶ πολλὴν ὑπηρεσίαν καὶ συνδρομήν· σκαπάνας γὰρκαὶ ἄμας ἀργυρᾶς ἔπεμψε τοῖς ἀντιθέοις Ἰουδαίοις. Καὶ ἐπεὶ ὀρύττειν ἤρξαντο, ἐξαπίνης ἄνεμοι βίαιοι πνεύσαντες ἀθρόως ἅπαντα διεσκόρπισαν. Καὶ τὰ λοιπὰ πεπόνθασι δεινὰ ἃ ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἀναγράψομαι. Εἰσελθὼν δὲ ὁ κατάρατος ἐν Περσίδι πέμπει δαίμονα πρὸς τὴν δύσιν τοῦ ἐνεγκεῖν αὐτῷ ἐκεῖθεν ἀπόκρισιν διὰ τάχους. Ἐκωλύθη δὲ τῆς πρόσω πορείας ὑπό τινος μονάζοντος ἐπὶ ἡμέρας δέκα. Καὶ μὴ δυνάμενος ὁ δαίμων προβῆναι πάλιν πρὸς τον