Ancient Greek
1.296
Georgius Cedrenus, Compendium Historiarum 1.296
Unproofread scanNot analysed yet
τὸ φρέαρ τοῦ μαρτυρίου καὶ τὰς πλατείας καὶ τὴν αὐλὴν αἱμάτων. Ὅπερ γνοὺς Κωνστάντιος τοῦτον μὲν καθῄρησε καὶ Εὐδόξιον ἀντικατέστησε, μείζονι κακῷ μέγα κακὸν ἀμειψάμενος. Οὗτος ὁ Εὐδόξιος ἐνεκαίνισε τὸ δεύτερον τὸν ναὸν τῆς Ἀγίας Σοφίας διὰ τὸ μετὰ τὸν πρῶτον ἀπαρτισμὸν αὐτοῦ καὶ τὸν ἐγκαινισμὸν τὸν δι´ Εὐσεβίου πάλιν πεσεῖν καὶ αὖθις οἰκοδομηθῆναι διὰ τοῦ αὐτοῦ Κωνσταντίου. Ἐπὶ τούτου τοῦ Εὐδοξίου τοῦ μαθητοῦ Εὐνομίου ὁ ἐν ἁγίοις Ἐφραὶμ ὁ Σύρος ἦν, μέγας ἐν ἔργῳ καὶ λόγῳ, ὃς πολλὰ ὡφέλιμα ἐγγράφως καταλέλοιπε. Τῷ κγʹ´ ἔτει τοῦ Κωνσταντίου Φλαβιανὸς ὁ Ἀντιοχείας τοὺς τῶν ψαλλόντων χοροὺς διελὼν ἐκ διαδοχῆς τὴν Δαβιτικὴν ἐδίδαξε πρῶτος δειν μελῳδίαν. Μετὰ δὲ τοῦτον Πέτρος ὁ Κναφεὺς τυραννικῶς τῷ θρόνῳ Ἀντιοχείας ἐπιβὰς πρῶτον ἐπενόησε τὸ μύρον ἐν τῇ ἐκκλησίᾳ ἐπὶ παντὸς τοῦ λαοῦ ἀγιάζεσθαι, καὶ τὴν ἐπὶ τῶν ὑδάτων ἐν τοῖς ἁγίοις Θεοφανίοις ἐπίκλησιν ἐν ἑσπέρᾳ γίνεσθαι, καὶ ἐν ἑκάστῃ εὐχῇ τὴν Θεοτόκον ὀνομάζεσθαι, καὶ ἐπὶ πάσῃ συνάξει τὸ σύμβολον τῆς πίστεως λέγεσθαι, πρότερον τῇ μεγάλῃ παρασκευῇ καὶ μόνον λεγόμενον. Ἀκηκοὼς τοίνυν Κωνστάντιος ὅτι Ἰουλιανὸς ἐν Γαλλίαις ἐν πολέμοις εὐδοκιμήσας ὑπὸ τοῦ στρατοῦ βασιλεὺς ἀνηγορεύθη, ἐν Ἀντιοχείᾳ διάγων διὰ τὸν Περσικὸν πόλεμον ἐξώρμησε κατ´ αὐτοῦ, καὶ ἐλθὼν ἐν Μόψου κρήναις τελευτᾶ, μηνὶ Νοεμβρίῳ γʹ, πολλὰ τῆς ἑαυτοῦ ἀγνοίας καταγνούς. Ἐβαπτίσθη δὲ τότε ἐν Ἀντιοχείᾳ ὑπὸ Εὐζωΐου τοῦ Ἀρειανοῦ. Οὕ τὸ σῶμα Ἰοβιανὸς ὁ μετὰ ταῦτα βασιλεὺς, προτίκτωρ τότε ὢν, ἀποκομίσας ἀπέθετο πλησίον τοῦ πατρὸς αὐτοῦ ἐν τῷ ἡρῴῳ μετὰ Εὐσεβίας τῆς αὐτοῦ πρώτης γυναικός, Ἄμα δὲ τῷ ἀναγορευθῆναι Ἰουλιανὸν ἐν Γαλλίαις εὐθὺς ἡ τροῦλλα τῆς ἁγίας τοῦ Θεοῦ Μεγάλης Ἐκκλησίας, φουρνικὴ οὗσα, ἔπεσε, τόν τε ἄμβωνα καὶ τὰς σολέας ἐξ ὀνυχίτου λίθου ὄντα συνέτριψε καὶ