Ancient Greek
1.302
Georgius Cedrenus, Compendium Historiarum 1.302
Unproofread scanNot analysed yet
μετατιθέμενος ἐξ ὧν ἅπαξ ἐβουλεύσατο. Μετὰ δὲ τὸ εἰσελθεῖν εἰς τὸ Βυζάντιον, ἐπεί τινες ἠξίουν συγκοινωνὸν προσειληφέναι τῆς βασιλείας, ἔφη· Λήψομαι ὅν ἂν ἐθέλω κοινωνόν. Πρὸς ὃν Δαγλάτφος συγκλητικὸς ἀπεκρίνατο· Εἰ τοὺς σοὺς φιλεῖς, ἔχεις ἀδελφόν· εἰ δὲ τὴν πολιτείαν, σκόπησον ὅτῳ ἂν τὴν ἁλουργίδα περιβαλεῖς. Ὁ δὲ τῇ φύσει μᾶλλον πιστεύσας τὸν ἀδελφὸν Οὐάλεντα προσελάβετο, καὶ βασιλέα ποιήσας τὰ Ἀνατολικὰ μέρη αὐτῷ ἀπένειμεν, αὐτὸς δὲ κατέσχε τὰ Δυτικά. Τῷ πρώτῳ ἔτει αὐτοῦ Οὐαλεντινιανὸς ὁ Αὔγουστος Γρατιανὸν τὸν υἱὸν αὐτοῦ ἀνηγόρευσε. Συνόδου δὲ ἐν Λαμψάκῳ γενομένης καὶ τὰ τῶν Ἀρειανῶν ἀκυρωσάσης, ἐπεὶ Οὐάλης ὁ δυσσεβής Ἀρειανὸς διάπυρος ἦν, τὰ ἐν Λαμψάκῳ πραχθέντα ἀνέτρεψε καὶ τοὺς συνελθόντας ἐκεῖσε ἐπισκόπους ἐξώρισεν, Εὐδοξίῳ δὲ ὁμόφρονι αὐτοῦ τὰς τῆς Κωνσταντινουπόλεως Ἐκκλησίας παρέδωκεν· οἱ δὲ ὀρθόδοξοι οὔτε ποιμένα οὔτε ἐκκλησίαν εἶχον. Πρὶν ἢ βασιλεῦσαι Οὐαλεντινιανὸς, παρὰ Σαλουστίου τινὸς ἐχρηματίσθη· ὁ δὲ ὑπέσχετο μηδενὸς ἀποτεύξεσθαι ὧν ἐκεῖνος δέοιτο. Γενομένου δὲ βασιλέως καὶ ἀπαιτουμένου ὑπ´ αὐτοῦ τὴν ἐπαρχίαν, χρῆν ἔφη μὴ δεῖν τὴν τῶν ἐπαγγελιῶν φυλάττεσθαι πίστιν, ὅταν τοῦτο βλάβην φέρη τῇ πολιτείᾳ. Τούτω τῷ ἔτει ἐγεννήθη παιδίον νεκρὸν θηλυκὸν ἔξω τῆς πόλεως Ἀντιοχείας, ἔχον δύο κεφαλὰς, διωρισμένας ἀπὸ τοῦ τραχήλου. Τῷ δευτέρῳ ἔτει τῆς βασιλείας Οὐαλεντινιανοῦ Λιβέριος ἐπίσκοπος Ῥώμης, Ἀθανάσιος Ἀλεξανδρείας, Μελέτιος Ἀντιοχείας, καὶ ὁ Σαμοσάτων Εὐσέβιος, τῆς ἐξορίας ἀνακληθέντες, ἐν τῷ ὀρθῷ λόγῳ διέ πρέπον. Τῶν δὲ Ἀρειανῶν προΐστανται ἐν Ἀλεξανδρείᾳ Λούκιος, Ἀντίοχος καὶ Εὐζώτος. Παυλῖνος δὲ τοῦ ἑνὸς μέρους τῶν ὀρθοδόξων εἰς δύο διῃρημένων, καὶ τοῦ ἄλλου Μελέτιος προΐσταντο. Τῷ Ρ. ὅΙΟ] τρίτῳ ἔτει Προκόπιος ἀντῆρεν, ἀνεψιὸς Ἰουλιανοῦ, καὶ ἐπὶ Νακολίας ἐλθὼν καὶ πλείστῳ στρατῷ φραξάμενος φόβον ἐνεποίησε τῷ Οὐάλεντι. Καὶ τὸν κατὰ τῶν Ἐκκλησιῶν διωγμὸν ἀνῆκεν πρὸς βραχὺ, ἕως Προκόπιον προέδωκαν οἱ ἔδιοι στρατηγοὶ Ἄγγελος καὶ Γομάρις. Καὶ τὸν μὲν Προκόπιον εἰς δύο καταδεθέντα δένδμα βιαίως κατεμερίσατο, τοὺς δὲ αὐτὸν προδόντας ἔπρισε κατὰ δίκαιον κρῖμα τοῦ Θεοῦ, ὅτι ἀναξίῳ εὐνόησαν. Τός· καὶ Χαλκηδόνος τὰ ὑπολειφθέντα τείχη καθεῖλεν, ὑπερασπιζομένων τῶν Χαλκηδονίων τοῦ Προκοπίου· ὧνπερ καταλυομένων εὐρέθη εἰς τὰ θεμέλια ἐπὶ πλακῶν γεγραμμένος χρησμὸς οὐτος· Ἀλλ᾽ ὅτε δὴ νώμφαι ἱερὴν κατὰ ἄστυ χορείην Τερπόμεναι στήσονται ἐἵστερέας κατ´ ἀοὺιὰς Καὶ τεῖχος λοιτροῖσι πολύστονον· ἔσσεται ἄλκαρ Δὴ τότε μυρία φῶλα πολυσπερέων ἀνθρώπων Ἄγρια, μαργανοντα, κακὴν ἐπιειχμέλα ἀλκὴν,