Ancient Greek
1.306
Georgius Cedrenus, Compendium Historiarum 1.306
Unproofread scanNot analysed yet
νκυθίαν, Μυσίαν, Θράκην, Μακεδονίαν, Ἀχαΐαν καὶ πᾶσαν τὴν Ἑλλάδα, ὑπὲρ τὰς εἴκοσιν ἐπαρχίας. Ἐθεάθησαν δὲ ἐν τῷ ἀέρι ἄνδρες ἔνοπλοι, ἐσχηματισμένοι ἐν ταῖς νεφέλαις. Ἐγεννήθη δὲ ἐν Ἀντιοχείᾳ παιδίον ἐντελές μὲν τὰ ὁλομερῆ, ὀφθαλμὸν δὲ ἔχον ἕνα ἐν μέσω τοῦ μετώπου, χεῖρας δὲ τέσσαρας καὶ πόδας τέσσαρας καὶ πώγωνα. Λιβάνιος δὲ ὁ σοφιστὴς καὶ Ἰάμβλιχος ὁ Πρόκλου διδάσκαλος ἐποίησαν τὴν λεγομένην ἀλεκτορομαντείαν· γράψαντες γὰρ τὰ κδ´ γράμματα ἐπὶ κόνεως, καὶ ἐπιθέντες καθ´ ἕκαστον γράμμα κόκκον σίτου, ἀπέλυσαν ἀλέκτορα ἐπὶ τὰ γράμματα, καὶ ἔλαβεν ὁ ἀλέκτωρ τὸν ἐν τῷ θ κόκκον, ἔπειτα τὸν ἐν τῷ εκαὶ ο καὶ τὸν ἐν τῷ δ. Καὶ ἐγένετο ἡ τούτων μαντεία ἀμφίβολος· τοιαῦτα γὰρ τὰ τῶν τοιούτων ἀπατηλά. Τοῦτο μαθὼν Οὐάλης σολλοὺσΘεοδοσίους καὶ Θεοδότους καὶ Θεοδώρους καὶ τοὺς ὁμοίως ἐγκειμένους τοῖς γράμμασι τούτοις ἀπὸ τῶν ὀνομάτων ἀναιτίως ἐκόλασεν, Ἰάμβλιχος δὲ φοβηθεὶς φάρμακον πιὼν ἀπέθανε. Μαθὼν δὲ ἐν Ἀντιοχείᾳ Οὐάλης περὶ τῶν Γότθων ἦλθεν εἰς Κωνσταντινούπολιν. Ὕἤριζον δὲ αὐτὸν οἱ Βυζάντιοι ὡς ἄνανδρον καὶ φυγοπόλεμον. Ἐξερχομένου δὲ αὐτοῦ πρὸς τὸν τῶν Γότθων πόλεμον. Ἰσαάκιός τις Κμοναχὸς τῶν μεγάλων κρατήσας τοῦ χαλινοῦ τοῦ ἴππου Οὐάλεντος ἔφη πρὸς αὐτόν· Ποῦ ἐξέρχῃ, βασι. λεῦ, κατὰ Θεοῦ στρααευόμενος καὶ Θεὸν ἔχων ἀντί. παλον; Τοῦτον ὀργισθεὶς Οὐάλης φρουρᾷ παρέδωκεν, Κἀπειλήσας θάνατον εἰ ἐπανέλθοι. Πρὸ δὲ τῆς αὐτοῦ τελευτῆς, ἐθεάσατο κατ´ ὄναρ ἄνδρα τινὰ λέγοντα αὐτῷ· Τάχος βάδιζε πρὸς Μίμαντα τὸν μέγαν, ἔνθα Κμόρος σε δεινὸς ἁρπάσει, τάλαν. Διυπνισθεὶς οὖν ἠρώτα τίς ἐστι Μίμας· προσκαλεσάμενος δέ τινα τῶν σοφῶν ἐπυνθάνετο παρ´ αὐτοῦ τίς ἐστι Μίμας. Ὁ δὲ ἔφη αὐτῷ· Ὅρος ἐστὶ, δέσποτα, μέγιστον τῆς Ἀσίας, προσεγγίζον τῇ θαλάσσῃ, πλησίον τῆς νήσου Χίου· οὗτινος καὶ Ὅμηρος μέμνηται, φάσκων ἐν Ὀδυσσείᾳ· Παρ´ ἠνεμόεντα Μίμαντα. Καὶ ὁ βασιλεύς· Τίς ἐμοὶ χρεία πρὸς τὸ τοῦ Μίμαντος ὄρος, ἵνα ἐκεῖ. ὅίΑ] τελευτήσω ἀπελθών; Τοῦτο πλάνη δαιμόνων, καὶ εἰδώλων ἀπατηλῶν ὄνειρος. Καὶ μετὰ μικρὸν ἐξῆλθε τῆς Θράκης πολεμήσων τοῖς Σκύθαις. Καὶ συμβαλών αὐτοῖς καὶ ἡττηθεὶς κατὰ κράτος φεύγει ἔν τινι χωρίῳ, καὶ εἰσελθὼν ἐν ἀχυρῶνι μετὰ τῶν συνόντων ἐκρύπτετο. Τῶν οὐν λκυθων πυρ ἐμβαλόντων ἀγνοίᾳ τῶν κεκρυμμένων, πάντες οἱ ἐν τῷ οἰκήματι προσπεφευγότες ἀπετεφρώθησαν, γεγονότες πυρίκαυστοι. Ὕστερον δὲ μετὰ τὴν τῶν πολεμίων ἀναχώρησιν ἀναζητούντων τινῶν τὸ σῶμα τοῦ βασιλέως, εὐρέθη ἐν ᾧ ἐκρύπτετο οἰκήματι τάφος ἀρχαίου τινὸς ἐπιγεγραμμένος οὕτως· Ἐνταῦθα κεῖται Μίμας Μακεδὼν στρατηγέτης. Ὁ δὲ θεῖος Ἰσαάκιός ἐν τῇ φρουρᾷ ὢν τῆς δυσωδίας ἀντελάβετο τῇ τῆς ψυχῆς καθαρότητι, καὶ ἔφη· Οὔτως ὁ ἄθλιος Οὐάλης ἄρτι κατακαίεται, Ὅπερ διὰ τῶν μετὰ ταῦτα ἐπανελθόντων ἐβεβαιώθη. ν δὲ Οὐάλης τὴν ἡλικίαν διμοιραίαν ἔχων, αὐθάδης τὸν τρόπον καὶ ὑπερήφανος καὶ πρὸς αἱμάτων χύσεις ἑτοιμότατος, ἔχων τὰς φρένας ἀσυμπαθεῖς καὶ παντὸς ἐλέους ἀλλοτρίας, αὐστηρίᾳ τὸν λογισμὸν σκοτιζόμενος καὶ πάσης