Ancient Greek
1.310
Georgius Cedrenus, Compendium Historiarum 1.310
Unproofread scanNot analysed yet
βδελύττεσθαί τε καὶ ἀποστρέφεσθαι. Τοῦτο ἀκούσας ὁ βασιλεὺς καὶ σφόδρα θαυμάσας νόμον ἔγραψεν εὐθὺς τὰς τῶν αἱρετικῶν συνάξεις κωλύοντα. Τούτῳ τῷ ἀγαθῷ φθονήσας ὁ μισόκαλος δαίμων ὡμόν τι καὶ ἀπάνθρωπον παρεσκεύασε γενέσθαι. Ἀπὸ γὰρ Κωνσταντινουπόλεως ἐπὶ Ῥώμην ὁ βασιλεὺς τὴν ὁδοιπορίαν ποιούμενος ἐν Θεσσαλονίκῃ κατὰ πάροδον Κγέγονε, τῶν δὲ στρατιωτῶν αὐτοῦ ταραξάντων τὴν πόλιν διὰ μιτάτα, ἐστασίασαν οἱ Θεσσαλονικεῖς, καὶ τὸν μὲν βασιλέα ὕξρισαν, τινὰς δὲ τῶν ἀρχόντων αὐτοῦ ἐλιθοβόλησαν. Ὁ βασιλεὺς δὲ ταῦτα μαθὼν καὶ τὴν ῥύμην τοῦ θυμοῦ μὴ ἐνεγκὼν τῷ ἐπάρχῳ τῆς πόλεως ἐκείνης τὴν ψῆφον τῆς τιμωρίας ἐπέτρεψεν· ὓς τὴν τοιαύτην ἐξουσίαν εἰληφώς οἷα δὴ αὐτόνομος τύραννος ἄδικα ξίφη κατὰ πάντων ἐγύμνωσε, καὶ τοὺς ἀθώους μετὰ τῶν ὑπευθύνων κατέκτεινε χιλιάδας ἑπτὰ, ὡς δέ τινες, πεντεκαίδεκα. ΡὅΙθ] Ταύτην τὴν συμφοράν ὁ μέγας Ἀμβρόσιος ἀκηκοὼς, Μεδιολάνων ἐπίσκοπος· πόλις δὲ τῆς Ἰταλίας αὕτη· εἰς ἣν ἀφικομένου τοῦ βασιλέως καὶ συνήθως εἰς τὸν ναὸν βουληθέντος εἰσελθεῖν ἔξωθεν τῶν προθύρων συναντήσας ὁ ἅγιος ἐκώλυσε τὴν εἴσοδον, λέγων αὐτῷ μετὰ παῤῥησίας· Οὐκ οἰδας, ὡς ἔοικε, βασιλεῦ, τῆς εἰργασμένης παρανομίας τὸ μέΚγεθος· οὐδὲ γὰρ ἐᾷ σε τῆς βασιλείας ἴσως ἡ δυναστεία τὴν ἁμαρτίαν ἐπιγνῶναι· ὑπὸ γὰρ τῆς ἀλουργίδος ἀπατώμενος ἀγνοεῖς τοῦ καλυπτομένου σώματος τὴν ἀσθένειαν. Ἀλλ´ ἴσθι, ὡς φθαρτὸς ὤν καὶ ῥευστὸς, τοιοῦτόν σοι ὑπάρχει καὶ τὸ τῆς δυναστείας κράτος· μικρὸν δὲ ὕστερον λόγον ἀποδώσεις τῷ Βασιλεῖ τῶν βασιλευόντων. Ποίοις οὗν ὀφθαλμοῖς ὄψει τὸν τοῦ κοινοῦ Δεσπότου ναόν; ποίοις δὲ ποσὶ σὸ δάπεδον ἐκεῖνο πατήσεις τὸ ἅγιον; Πῶς δὲ τὰς χεῖρας ἐκτενεῖς ἀποσταζούσας ἔτι τῶν ἀδίκων φόνων τὸ αἷμα; Πῶς δὲ καὶ τοιαύταις ὑποδέξῃ χερσὶ τὸ ἄχραντον τοῦ Δεσπότου σῶμα; Πῶς δὲ καὶ τῷ στόματι προσοίσεις τὸ τίμιον αἷμα, τοσοῦτον διὰ τὸν τοῦ θυμοῦ λόγον ἐκχέαντι παράνομον αἷμα; Λοιπὸν ἄπιθι, καὶ μὴ πειρῶ τοῖς δευτέροις τὴν πρώτην αὔξειν παρανομίαν, καὶ δέχου τὸν δεσμὸν, ὡ Θεὸς ἄνωθεν γίνεται σύμψηφος. Τούτοις οὖν εἴξας ὁ βασιλεὺς τοῖς λόγοις ἐπανῆλθεν εἰς τὰ ἐκεῖσε βασίλεια, στένων καὶ δακρύων. Μηνῶν δὲ διελθόντων ὀκτὼ, καὶ τοῦ βασιλέως, μὴ ἐξελθόντος ἀλλὰ σφοδρῶς μετανοοῦντος, κατέλαβεν ἡ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ γενέθλιος ἑορτή. Καὶ θεασάμενος Ῥουφῖνος ὁ μάγιστρος ὅτι οὐδὲ τὴν συνήθη προέλευσιν βούλεδέσποτα,