Ancient Greek
1.322
Georgius Cedrenus, Compendium Historiarum 1.322
Unproofread scanNot analysed yet
τοσαῦτα κύματα, πρὸς τὸ γενέσθαι τοῖς πᾶσι τὰ πάντα, ἵνα πάντας κερδήσῃ. Καὶ γὰρ σεμνὸν εἶναι δεῖ τὸν τοιοῦτον καὶ ἄτυφον, καὶ φοβερὸν καὶ προσηνῆ, καὶ ἀρχοντικὸν καὶ κοινωνικὸν, καὶ ἀδέκαστον καὶ θεραπευτικὸν, καὶ ταπεινὸν καὶ ἀδούλωτον, καὶ φαιδρὸν καὶ ἥμερον, ἵνα πρὸς ταῦτα εὐκόλως μάχεσθαι δύνηται. Οὐκοῦν δεῖ τὸν ἐνάρετον καὶ ἐχέφρονα φεύγειν τὸ κολακεύειν καὶ κολακεύεσθαι, καὶ μήτε ἀλαζονικὸν εἶναι μήτε κόλακα, ἀλλ´ ἀμφοτέρων τῶν κακῶν τούτων κολάζειν τὴν ἀμετρίαν, καὶ ἐλεύθερον εἶναι, μήτε εἰς αὐθάδειαν ἀποκλίνοντα μήτε εἰς δουλοπρέπειαν καταπίπτοντα. Πρὸς μὲν γὰρ χρηστοὺς ταπεινὸν ὑπάρχειν χρὴ, πρὸς δὲ θρασεῖς ὑψηλὸν, ἐπείπερ οἱ μὲν ἀρετὴν εἶναι τὴν ἐπιείκειαν ἡγοῦν ται, οἱ δὲ ἀνδρίαν τὴν θρασύτητα. Κἀκείνοις μὲν τὴν ταπεινοφροσύνην δέον προσφέρειν, τούτοις δὲ τὴν ἀνδρίαν σβεννύουσαν αὐτῶν τὴν ἀπὸ τῆς θρασύτητος δόξαν, ἴνα τοὺς μὲν ὠφελήσῃ, τῶν δὲ ταπεινώσῃ τὸ φρόνημα. Ὅπερ οὖν καὶ ὁ μέγας Βασίλειος δηλῶν ἔφη τὸ τοῦ σοφωτάτου Σολομῶντος· Καιρὸς τῷ παντὶ πράγματι, εἰδέναι χρὴ ὅτι καὶ ταπεινότητος καὶ ἐξουσίας, καὶ ἐλέγχου καὶ παρακλήσεως, καὶ φειδοῦς καὶ παῤῥησίας, καὶ χρηστότητος καὶ ἀποτομίας, καὶ ἀπαξαπλῶς καιρός ἐστι παντὸς πράγματος ἴδιος, ὥστε ποτὲ μὲν τὰ τῆς ταπεινότητος δεικνύειν καὶ μιμεῖσθαι ἐν ταπεινώσει τὰ παιδία κατὰ τὴν Κυριακὴν φωνὴν, ποτὲ δὲ τῇ ἐξουσία κεχρῆσθαι, ἢν ἔδωκεν ὁ Κύριος εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν, ὅταν ἡ χρεία ἐπιζητῇ τὴν παῤῥησίαν, καὶ ἐν καιρῷ μὲν παρακλήσεως τὸ χρηστὸν ἐνδείκνυσθαι, ἐν καιρῷ δὲ ἀποτομίας τὸν ζῆλον ἐμπαίνειν, καὶ ἐφ´ ἑκάστου τῶν ἄλλων ὁμοίως τὸν ἔκκριτον καὶ δίκαιον λογισμὸν ἀποφέρεσθαι· λογισμοὶ γὰρ δικαίων κρίματα. Καὶ δὴ καὶ ὁ θεοφόρος Ἰσίδωρος καὶ τοῦ μακαρίου φοιτητὴς ποτὲ λέγει· Τὸν [ΡὅΙ] ἄρχοντα καὶ ἀγαθὸν εἶναι δεῖ καὶ φοβερὸν, ἵν´οἱ μὲν εὖ βιοῦντες θαῤῥοῖεν, οἱ δὲ ἁμαρτάνοντες ὀκνοῖεν. Θάτερον γὰρ θατέρου χωρὶς ἀναρχία μᾶλλόν ἐστιν ἢ ἀρχή. Εἰ μὲν γὰρ πάντες ἦσαν εὐπειθεῖς καὶ φιλάρετοι, ἀγαθότητος ἔοει μόνης, εἰ δὲ φιλαμαρτήμονες, φόβου. Ἐπειδὴ δὲ ἀγαθοὺς καὶ πονηροὺς ἀνάγκη ἐν τοῖς ἀρχομένοις εἶναι, ἀμφότερα μεταχειριστέον τῷ ἄρχοντι καὶ προϊσταμένῳ, ἵν´ ἡ μὲν ἀγαθότης στηρίζῃ τοὺς ἀγαθοὺς καὶ σώφρονας, ὁ δὲ φόβος προαναστέλλῃ τῶν κακίστων τὰ πταίσματα. Ταῦτα τοίνυν, ὡς ἔοικεν, ἀγνοοῦντες καὶ τὸ τούτων ὅμοια μὴ καλῶς ἐπιστάμενοι διακρῖναι καὶ συγκρῖναι οἱ ἐχθροὶ τοῦ θεσπεσίου Ἰωάννου ἀλόγως καὶ ἀνοήτως ἐμίσουν αὐτὸν κᾶὶ διέβαλλον ὡς τραχύν τινα καὶ ὀργίλον Διὸ δὴ καὶ κατὰ γυναικῶν ὁ Ἰωάννης ἐπ´ ἐκκλησίας λόγον ἐπεδείξατο, ὃν οἱ δυσμενεῖς κατ´ Εὐδοείαεἰρῆσθαι θρυλήσαντες ταύτῃ τὸν λόγον εἰσήγαγον. Ἡ δὲ πρὸς Ἀρκάδιον καὶ δεινῶς πεπονθέναι λέγουσα κατὰ Ἰωάννου τοῦτον παρώτρυνε. Παρασκευάζει δὲ μετασταλῆναι Θεόφιλον ὡς πρόδηλον ἐχθρὸν τοῦ Ἰωάννου ὑπάρχοντα· ὃς παραγενόμενος ἐν τῇ Δρυΐ, τῇ νῦν Ῥουφινιαναῖς, τὴν κατὰ Ἰωάννου