Ancient Greek
1.324
Georgius Cedrenus, Compendium Historiarum 1.324
Unproofread scanNot analysed yet
ἐκ τοῦ θρόνου τῆς ἐπισκοπῆς αὐτοῦ παρανόμως τε καὶ ἀκρίτως, συνδιώξας αὐτῷ καὶ τὸν Χριστόν. Ἡ δὲ νέα Δαλιλᾶ Εὐδοξία, κατὰ μικρὸν τῷ ξυρῷ τῆς ἀπάτης ξυρήσασά σε, κατάραν ἐπήγαγεν ἑαυτῇ καὶ μῖσος, ἔνδικόν τε καὶ ἀνεξάλειπτον δεσμεύσασα φορτίον ἁμαρτημάτων δυσβάστακτον, καὶ προσθεῖσα τοῖς πρώην αὐτῆς δεινοῖς καὶ πολλοῖς ἁμαρτήμασιν. Ὁ δὲ μέγας Ἰσίδωρος πρός τινα γράφων οὕτως φησίν· Ἐρωτᾶς τὴν περὶ τὸν θεσπέσιον Ἰωάννην τραγῳδίαν, ἀλλὰ φράσαι ταύτην ἀπορῶ· νικᾷ γὰρ τὸν νοῦν ἡ μέθη τοῦ πράγματος. Μικρὰ δὲ μάνθανε, ἄπερ ἡ Αἴγυπτος ἠγνόησε, Μωϋσέαμὲν παραιτουμένη, τὸν δὲ Φαραὼ οἰκειουμένη, τοὺς ταπεινοὺς μαστίζουσα καὶ τοὺς κοπουμένους θλίβουσα, πόλεις οἰκοδομοῦσα καὶ τοὺς μισθοὺς ἀποστεροῦσα. Καὶ μέχρι νῦν τούτοις ἐμμελετῶσα, τὸν χρυσομανῆ καὶ χρυσολάτρην προβαλομένη Θεόφιλον τέσσαρσι συνεργοῖς καὶ συναποστάταις ὀχυρωθέντα, τὸν ὄντως θεοφιλῆ καὶ θεολόγον κατεπολέμησεν ἄνθρωπον, τὴν περὶ τὸν ἐμὸν ὁμώνυμον ἀπέχθειαν καὶ ἕυσμένειαν ὁρμητήριον τῆς οἰκείας εὑρηκότα σκληρότητος. Ἀλλ´ ὁ μὲν οἷκος Δαβὶδ κραταιοῦται καὶ τοορεύεται, ὁ δὲ οἶκος Σαοὺλ ἀσθενεῖ καὶ καταισχύνεται καὶ συμποδίζεται, καθὼς ὁρᾶς, εἰ καὶ τῆς ζάλης ὑπεξῆλθεν ὁ ἄνθρωπος τοῦ Θεοῦ στεφανίτης καὶ νικηφόρος, καὶ πρὸς τὴν ἄνω γαλήνην μετεχώρησεν. Ὑποστρέφοντος δὲ Ἐπιφανίου ἐν Κύπρῳ, καὶ τὴν ἑαυτοῦ τελευτὴν παρὰ Θεοῦ μεμαθηκότος πλησιάζουσαν, λέγεται εἰρηκέναι τοῖς αὐτὸν παραπέμπουσι· Σπεύδω ἐγὼ, σπεύδω, ἀφίημι δὲ [Ρ. ὅβῶ] ὑμῖν τὰ βασίλεια, τὴν πόλιν καὶ τὴν ὑπόκρισιν. Ὃς γε καὶ Ἱωάννου τὴν ἐν ἐξορίᾳ τελευτὴν καὶ νίκην ἐδήλωσεν, καὶ Ἰωάννης ὁμοίως Ἐπιφανίῳ τὴν ἐν τῶ πλοίῳ κοίμησιν, ἐκ θείας ἐπιπνοίας ταῦτα προμυηθέντεσοἱ μακάριοι, ἵνα μή τις ἔχθραν ἔχειν αὐτοὺς κατ´ ἀλλήλων ὑποτοπάσειεν. Οὐ γὰρ ἂν οἱ τοιοῦτοι θεηγόροι καὶ θεοφιλεῖς ἄνθρωποι καὶ διδάσκαλοι καὶ τοῦ εἰρηνοποιοῦ Χριστοῦ μαθηταὶ γνήσιοι, τοῦ φάσκοντος· Ἐν τούτῳ γνώσονται πάντες ὅτι μαθηταί μού εστε, ἐὰν ἀγάπην ἔχητε μετ´ ἀλλήλων, ἔχθραν καὶ κακίαν ἔχοντες ἐτελεύτησαν. Ἄπαγε· εἰ γὰρ καὶ μικρὸν σκάνδαλον τὸ προῤῥηθὲν γέγονε μεταξὺ, τὴν ἀνθρωπίνην ἀσθένειαν ἐλέγχον πρὸς ὀλίγον, ἀλλ´ οὖν γε θᾶττον εἰς τὴν κορυφὴν τῶν ἀρετῶν ἤχθησαν τὴν ἀγάπην, περὶ ἧς λέγει Παῦλος ὁ ἀπόστολος· Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, οὐ παροξύνεται. οὐ λογίζεται τὸ κακόν· καὶ ὅτι Ὁ Θεὸς ἀγάπη ἐστὶ, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει. Μετὰ δὲ τὴν Ἰωάννου τελευτὴν ἐπίσκοπός τις ἅγιος, Ἀδέλφιος ὄνομα αὐτῷ, ἔλεγεν ὅτι Λύπην εἶχον ἀφόρητον, διότι ὁ τοιοῦτος ἀνὴρ, ὁ τῆς οἰκουμένης διδάσκαλος, ὁ τοῖς λόγοις εὐφράνας τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἔξω τοῦ θρόνου αὐτοῦ ἐκοιμήθη. Ἐδεόμην οὖν τοῦ Θεοῦ μετὰ πολλῶν δακρύων ἵνα δείξῃ μοι αὐτὸν, ἐν ποίᾳ καταστάσει ἐστὶ, καὶ εἰ