Ancient Greek
1.329
Georgius Cedrenus, Compendium Historiarum 1.329
Unproofread scanNot analysed yet
καὶ αἰσχυνθεῖσα ὡς ὑβρίσθη, ἐξώρμησεν εἰς τοὺς ἁγίους τόπους, καὶ τελευτᾷ ἐν Ἱεροσολύμοις, καὶ θάπτεται ἐν τῷ ναῷ τοῦ ἁγίου Στεφάνου. Ἐν δὲ τῷ τελευτᾷν αὐτὴν ἐπωμόσατο μὴ συνειδέναι τῆ κατ´ αὐτῆς κατηγορίᾳ ἕνεκεν Παυλίνου. Γράφουσι δέ τινες πληρωθῆναι ἐπ´ αὐτῇ τό· Ἀγάθυνον, Κύριε, ἐν τῆ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλὴμ διὰ τὸ πολλὰ ἀγαθὰ ἐν Ἱεροσολύμοις αὐτὴν πεποιηκέναι μετὰ Ἑλένην τὴν τοῦ μεγάλου Κωνσταντίνου μητέρα. Τῷ ιθʹ ἔτει τοῦ προφήτου Ζαχαρίου τὰ λείψανα καὶ τοῦ ἁγίου πρωτομάρτυρος Στεφάνου καὶ Λαυρεντίου ἀπετέθησαν. Τότε πρώτως καὶ ἡ μνήμη τοῦ μεγάλου Χρυσοστόμου ἐπετελέσθη. Τῷ κʹ ἔτει Θεοδόσιος κατὰ μίμησιν τῆς μακαρίας Πουλχερίας πολλὰ χρήματα τῷ ἀρχιεπισκόπῳ Ἰεροσολύμων ἀπέστειλεν εἰς διάδοσιν τῶν χρείαν ἐχόντων, καὶ σταυρὸν χρυσοῦν διάλιθον πρὸς τὸ παγῆναι ἐν τῷ Κρανίῳ. Ὁ δὲ ἀρχιεπίσκοπος ἀντίδωρον ἀπέστειλε λείψανα τῆς δεξιᾶς χειρὸς τοῦ πρωτομάρτυρος Στεφάνου. Β. ὅθ] Τούτου δὲ εἰς Χαλκηδόνα φθάσαντος, θεωρεῖ ἡ μακαρία Πουλχερία τῇ αὐτῇ νυκτὶ τὸν ἅγιον Στέφανον λέγον τα· Ἰδοὺ ἡ προσευχή σου εἰσηκούσθη καὶ ἡ αἴτησίς σου γέγονε, καὶ ἦλθον εἰς Χαλκηδόνα. Ἡ δὲ ἀναστᾶσα καὶ τὸν ἀδελφὸν αὐτῆς λαβοῦσα ἐξῆλθεν εἰς συνάντησιν τοῦ ἁγίου λειψάνου. Καὶ ταῦτα εἰς τὸ παλάτιον εἰσαγαγοῦσα κτίζειοἶκον ἔνδοξον τῷ πρωτομάρτυρι. κἀκεῖ τὰ ἅγια κατατίθεται λείψανα. Τῷ κα´ τούτου ἔτει ἀγαθότητι πολλῇ κινούμενος Θεοδόσιος, καίπερ νικήσας κατὰ κράτος τοὺς Πέρσας, εἰρήνην ἀσπάζεται φειδοῖ τῶν κατοικούντω Χριστιανῶν ἐν Περσίδι, καὶ ἀποστέλλει πρεσβευτάς. Καὶ ταύτης γενομένης ὁ κατὰ τῶν Χριστιανῶν ἐπαύσατο διωγμός. Τῷ κβʹ ἔτει Σισίνιος ὁ πατριάρχης ἐτελεύτησε. Τῷ δὲ κγʹ μετὰ τὴν τούτου τελευτὴν Νεστόριος τὴν ἐπισκοπὴν διαδέχεται Κωνσταντινουπόλεως, Γερμανικεὺς τῷ γένει. Καὶ ἅμα τῷ θρόνῳ ἐπέβη, παραυτίκα καὶ ἡ αὐτοῦ κακοπιστίακαὶ τὸ ἐν τοῖς δόγμασι διεστραμμένον φρόνημα ἐδείκνυτο. Ὁμιλίαν γὰρ περὶ πίστεο ς ἐκδέδωκε τῷ ἑαυτοῦ συγγκέλῳ, κελεύσας ταύτην ἐπ´ ἑκκλησίας κηρῦξαι, ἔχουσαν οὕτως Θεοτόκον τὴν Μαρίαν καλείτω μηδείς· Μαρία γὰρ ἄνθρωπος ἦν, καὶ ὑπὸ ἀνθρώπου τὸν Θεὸν τεχθῆναι ἀδύνατον. Ταύτης ἐπελάβετο πρῶτον της φωνῆς Εὐσέβιός τις σχολαστικὸς