Ancient Greek
1.335
Georgius Cedrenus, Compendium Historiarum 1.335
Unproofread scanNot analysed yet
πρότερον οὖσαν. Τῆς δὲ ἐκκλησίας μετὰ Φλαβιανὸν Ἀνατόλιος ἐπεσκόπευσε Μετὰ δέ τινα χρόνον ἐξῆλθεν ὁ βασιλεὺς ἱππασθῆναι· καὶ συμπεσόντος αὐτῷ τοῦ ἵππου πληγεὶς εἰσῆλθεν ἐν λεκτικίῳ ἤτοι φορείῳ, καὶ καλέσας τὴν ἀδελφὴν Πουλχερίαν εἶπεν αὐτῇ διὰ Μαρκιανὸν τὸν μετ´ αὐτὸν βασιλεύσαντα· Τοῦτο γάρ μοι, φησίν, Ἰωάννης ὁ Θεολόγος ἀπεκάλυψεν, ἐν Ἐφέσῳ μοι ὄντι. Καὶ μεταστειλάμενος Μαρκιανὸν εἶπεν αὐτῷ ἐπὶ Ἄσπαρος καὶ τῆς συγκλήτου· Ἐδείχθη μοι ὅτι σε δεῖ γενέσθαι βασιλέα μετ´ ἐμέ. Καὶ μεθ´ ἡμέρας δύο ἐτελεύτησε, ἵῷ ναῷ τῶν Ἀγίων Ἀποστόλων. Γυνὴ δὲ τούτου Εὐδοκία, θυγάτηρ Λεοντίου φιλοσόφου ἐξ Ἀθηνῶν Ἡ δὲ σοφὴ καὶ ἀγαθὴ Πουλχερία μήπω τῆς τοῦ ἀδελφοῦ τελευτῆς γνωσθείσης μεταστειλαμένη τὸν Μαρκιανὸν, ἄνδρα ἐν σωφροσύνῃ καὶ σεμνότητι διαπρέποντα, γέροντα ὄντα καὶ ἱκανώτατον, λέγει πρὸς αὐτόν· Ἐπειδὴ ὁ βασιλεὺς ἐτελεύτησεν, ἐγὼ δέ σε [Ρ. ὅάε] ἐξελεξάμην ἐξ ὅλης τῆς συγκλήτου ὡς ἐνάρετον, δός μοι λόγον ὅτι φυλάττεις τὴν παρθενίαν, ἡν τῷ Θεῷ ἀνεθέμην, καὶ ἀναγορεύω σε βασιλέα. Αὐτοῦ δὲ συνθεμένου τοῦτο, μεταστέλλεται τὸν παΚτριάρχην Ἀνατόλιον καὶ τὴν σύγκλητον, καὶ ἀναγορεύει αὐτὸν βασιλέα. Ἢν δὲ Μαρκιανὸς αἰδέσιμος τὸν τρόπον, ἱεροπρεπὴς, ἐρύθημα ἐπὶ τοῦ προσώπου φέρων κεκραμένον χάριτι, μεγαλόψυχος, Κφιλαργυρίας ὑπέρτερος, σώφρων καὶ περὶ τὸ Θείου εὐλαβής, καὶ ὀρθόδοξος, περὶ τοὺς ἀμαρτάνοντας συμπαθὴς, ἄπειρος δὲ παιδείας τῆς ἔξωθεν. Εὐθὺς οὖν τοὺς ἐν ἐξορίᾳ πάντας ἀνεκαλέσατο. Ἡ δὲ μακαρία Πουλχερία τὸν παμμίσητον Χρυσάφιον τὸν εὐνοῦχον Ἰορδάνῃ ἐκδέδωκε τῷ υἱῷ Ἰωάννου, ὃς καὶ ἀνεῖλεν αὐτὸν διὰ τὸ αὐτὸν ἀνελεῖν τὸν τούτου πατέρα δόλῳ. Στρατιώτης τοίνυν λιτὸς ὤν πρὸ τούτου Μαρκιανὸς μετὰ τοῦ ἰδίου νουμέρου ἀπὸ τῆς Ἐλλάδος κατὰ Περσῶν ἀπήει, καὶ γενόμενος ἐν Λυκίᾳ ἀῤῥωστίᾳ περιέπεσε. Καὶ καταλειφθεὶς ἐν πόλει Συδήμων κἀκεῖσε χρονοτριβήσας προσκολλᾶται δύο τισὶν ἀδελφοῖς, Ἰουλίῳ καὶ Τατιανῷ, οἵτινες εἰς τὸν ἴδιον οἶκον λαβόντες αὐτὸν διανέπαυσαν. Εἰς θήραν δὲ ἐξελθόντες ἔλαβον αὐτὸν μεθ´ ἑαυτῶν. Κοπιάσαντες δὲ περὶ μεσημβρίαν ἐκοιμήθησαν. Προεξυπνισθεὶς δὲ ὁ Τατιανὸς θεωρεῖ τὸν Μαρκιανὸν εἰς τὸν ἥλιον κοιμώμενον, καὶ ἀετὸν παμμεγέστατον ἐπ´ αὐτὸν ἐλθόντα καὶ τὰς ἑαυτοῦ πτέρυγας διαπετάσαντα σκιὰν ἐπ´ αὐτὸν περιποιησάμενον. Καὶ τοῦτο θεασάμενος ἐγείρει τὸν ἑαυτοῦ ἀδελφὸν, καὶ τὸ θεαθὲν ὑποδείκνυσι. Καὶ ἐπὶ πολὺ θαυμάζοντες ἐξυπνίζουσι τὸν Μαρκιανὸν, καὶ λέγουσιν αὐτῷ· Ἐὰν βασιλεύσῃς, τί ἡμῖν χαρίζῃ; Ὁ δὲ, Τίς εἰμι ἐγὼ, ἵνα τοῦτο γένηται εἰς ἐμέ; Οἱ δὲ ἐπὶ δευτέρου τὸν αὐτὸν λόγον εἶπον. Λέγει ὁ Μαρκιανός· Ἐὰν τοῦτο ἐκ Θεοῦ γένηται, πατέρας