Ancient Greek
1.337
Georgius Cedrenus, Compendium Historiarum 1.337
Unproofread scanNot analysed yet
Γιζέριχον ἐξ Ἀφρικῆς εἰς Ῥώμην, παρακαλέσασα λυτρωθῆναι τῆς τοῦ Μαξίμου τυραννίδος. Γιζερίχου δὲ στόλῳ μεγάλῳ ἐκπλεύσαντος εἰς Ῥώμην, Μάξιμος φυγῇ ἐχρήσατο, οἱ δὲ συνόντες αὐτῷ ἀνεῖλον αὐτόν. Ὁ δὲ Γιζέριχος μηδενὸς αὐτῷ ἀντιστάντος [Ρ. ὅάβ] εἰσῆλθεν εἰς Ῥώμην τῇ τρίτῃ ἡμέρᾳ τῆς φυγῆς Μαξίμου· καὶ λαβὼν πάντα τὰ χρήματα, καὶ τὰ τῆς πόλεως ἀναθήματα εἰς τὰ πλοῖα ἐμβαλὼν, ἐν οἷς ἦσαν κειμήλια ὁλόχρυσα καὶ διάλιθα ἐκκλησιαστικὰ καὶ σκεύη Ἑβραῖκὰ, ἅπερ ὁ Οὐεσπασιανοῦ Τίτος ἐξ Ἰεροσολύμων ἀφείλετο, σὺν τούτοις λαβὼν τὴν Εὐδοξίαν τὴν βασιλίδα καὶ τὰ τέκνα αὐτῆς, εἰς Ἀφρικὴν ἀπέπλευσεν. Ἔως ὧδε δευτέρα ἅλωσις Ῥώμης τῆς μεγάλης, πρώτη μὲν ὑπὸ Ἀλαρίχου, δευτέρα δὲ ὑπὸ Γιζερίχου. Καὶ τὴν μὲν Εὐδοξίαν Ὁνορίχῳ τῷ πρωτοτόκῳ υἱῷ αὐτοῦ συνέζευξε· τὴν δὲ Πλακιδίαν ἄνδρα ἔχειν μαθὼν Ὀλύβριον τὸν πατρίκιον μετὰ τῆς μητρὸς ἐφύλαξεν Εὐδοξίας. Μαθὼν δὲ τὸν Μαξίμου θάνατον Μαϊορῖνος ἐβασίλευσε Ῥώμης ἔτη βʹ, καὶ μετ´ αὐτὸν Ἄβιτος ἔτη βʹ, καὶ μετὰ τοῦτον Σεβῆρὸς ἔτη γʹ. Καὶ μετ´ αὐτὸν οὐκέτι βασιλεὺς ἐν Ῥώμῃ, ἀλλὰ Ῥεκίμερες διῴκει τὰ πράγματα στρατηγῶν καὶ μεγάλην περικείμενος δύναμιν. Κατὰ δὲ τὴν ἑῴαν πάσης γαλήνης μετεῖχον ἅπαντα, ὡς χρυσοῦς τοὺς ρόνους τούτους λέγεσθαι. Τότε καὶ Συμεὼν ὁ τῆς μάνδρας ἑστὼς ἐπὶ κίονος βίῳ καὶ λόγῳ καὶ θαύμασι διέπρεπε. Τῷ σʹ ἔτει λίθοι τρεῖς παμμεγέθεις ἐκ τοῦ οὐρανοῦ ἐν τῇ Θράκῃ ἔπεσον. Καὶ Εὐδοκία ἡ τοῦ Θεοδοσίου γυνὴ ἐν Ἰεροσολύμοις τελευτᾷ, πολλὰ καταλει· ψασα ταῖς ἐκκλησίαις, καὶ ἐν τῷ τελευτᾶν αὐτὴν ἐπωμόσατο μὴ συνειδέναι τῇ κατ´ αὐτῆς κατηγορίᾳ ἕνεκεν Παυλίνου. Τῷ δὲ ζʹ ἔτει Μαρκιανὸς ὁ βασιλεὺς τελευτᾷ, καὶ ἐτέθη τὸ σῶμα αὐτοῦ ἐν τῷ ἡρῴῳ τῶν Ἀγίων Ἀποστόλων. Γυνὴ δὲ τούτου Πουλχερία ὀνόματι μόνον· οὐ γὰρ συνεγένετο αὐτῇ. Τὴν δὲ τῆς ἀρχιερωσύνης ἀρχὴν διεῖπεν Ἀνατόλιος, Ἀττικὸν διαδεξάμενος, κόσμου ἔτος εφνʹ, τῆς θείας σαρκώσεως ἔτος υνϛʹ. Μετὰ δὲ Μαρκιανὸν ἐβασίλευσε Λέων ὁ Μέγας, ὁρθόδοξος, ἔτη ιζʹ. Ἥν δὲ κάτισχνος μὲν τὸ σῶμα, υπόσπανος τὴν γενειάδα, φρονήσει κεκοσμημένος, παιδείας καὶ μαθημάτων ἐκτός. Τούτου γυνὴ Βηρίνη ἀδελφὴ Βασιλίσκου. Μακέλλης δὲ ἐλέγετο διὰ τὸ ἀποκτεῖναι Ἄσπαρα καὶ Ἀρδαβούριον ὡς Ἀρειανοὺς ὄντας· μάκελ γὰρ Ῥωμαϊστὶ ὁ σφαγεὺς λέγεται. σπαρ δὲ ἠτήσατο τὸν βασιλέα ἐγκαταστῆσαι τῇ πόλει ἔπαρχον ὁμόδοξον αὐτοῦ καὶ ὁμόφρονα, ὃ κατένευσε μὲν ὁ βασιλεὺς ποιῆσαι, μὴ βουλόμενος δὲ ἐννύχιον δεδήλωκέ τινι τῶν συγκλητικῶν παραγενέσθαι